Περὶ τέκνων Ἐπειδὴ δὲ τῷ περὶ γάμου τόπῳ καὶ ὁ περὶ τέκνων ἀκολουθεῖ, σκοπεῖν δεήσει τοὺς τῷ κατὰ κορυφὴν τόπῳ ἢ τῷ ἐπιφερομένῳ, τουτέστι τῷ τοῦ ἀγαθοῦ δαίμονος, προσόντας ἢ συσχηματιζομένους: εἰ δὲ μή, τοὺς τοῖς διαμέτροις αὐτῶν: καὶ σελήνην μὲν καὶ Δία καὶ Ἀφροδίτην πρὸς δόσιν τέκνων λαμβάνειν, ἥλιον δὲ καὶ Ἄρη καὶ Κρόνον πρὸς ἀτεκνίαν ἢ ὀλιγοτεκνίαν: τὸν δὲ τοῦ Ἑρμοῦ, πρὸς ὁποτέρους ἂν αὐτῶν τύχῃ συσχηματισθείς, ἐπίκοινον καὶ ἐπιδοτῆρα μὲν ὅταν ἀνατολικὸς ᾖ, ἀφαιρέτην δ̓ ὅταν δυτικός. Οἱ μὲν οὖν δοτῆρες ἁπλῶς μὲν οὕτω κείμενοι καὶ κατὰ μόνας ὄντες μοναχὰ διδόασι τέκνα: ἐν δισώμοις δὲ καὶ ἐν θηλυκοῖς ζῳδίοις, ὁμοίως δὲ καὶ ἐν τοῖς πολυσπέρμοις, οἷον Ἰχθύσι καὶ Σκορπίῳ καὶ Καρκίνῳ, δισσὰ ἢ καὶ πλείονα: καὶ ἠρρενωμένοι μὲν τοῖς τε ἀρρενικοῖς ζῳδίοις καὶ τοῖς πρὸς ἥλιον σχηματισμοῖς ἄρρενα: τεθηλυσμένοι δὲ θήλεα: καθυπερτερηθέντες δὲ ὑπὸ τῶν κακοποιῶν ἢ καὶ ἐν στειρώδεσι τόποις τυχόντες, οἷόν ἐστι [p. 410] Λέων ἢ Παρθένος, διδόασι μέν, οὐκ ἐπὶ καλῷ δέ, οὐδ̓ ἐπὶ διαμονῇ. ἥλιος δὲ καὶ οἱ κακοποιοὶ διακατασχόντες τοὺς εἰρημένους τόπους, ἐὰν μὲν ἐν ἀρρενικοῖς ὦσιν ἢ στειρώδεσι ζῳδίοις καὶ ὑπὸ τῶν ἀγαθοποιῶν ἀκαθυπερτέρητοι τελείας εἰσὶν ἀτεκνίας δηλωτικοί, ἐπὶ θηλυκῶν δὲ ἢ πολυσπέρμων ζῳδίων τυχόντες ἢ ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυρηθέντες διδόασι μέν, ἐπισινῆ δὲ καὶ ὀλιγοχρόνια. τῶν δὲ αἱρέσεων ἀμφοτέρων λόγον ἐχουσῶν πρὸς τὰ τεκνοποιὰ ζῴδια, τῶν δοθέντων τέκνων ἀποβολαὶ γενήσονται ἢ πάντων ἢ ὀλίγων, πρὸς τὰς ὑπεροχὰς τῶν καθ̓ ἑκατέραν αἵρεσιν μαρτυρησάντων, ὁποτέρους ἂν εὑρίσκωμεν ἤτοι πλείους ἢ δυνατωτέρους ἐν τῷ ἀνατολικωτέρους ὑπάρχειν ἢ ἐπικεντροτέρους ἢ καθυπερτερεῖν ἢ ἐπαναφέρεσθαι. ἐὰν μὲν οὖν οἱ κυριεύσαντες τῶν εἰρημένων ζῳδίων ἀνατολικοὶ τυγχάνωσι, δοτῆρες ὄντες τέκνων, εἰ ἐν ἰδίοις ὦσι τόποις, ἔνδοξα καὶ ἐπιφανῆ ποιοῦσι τὰ δοθέντα τέκνα: ἐὰν δὲ δυτικοὶ καὶ ἐν τοῖς τῆς ἀλλοτρίας αἱρέσεως τόποις, ταπεινὰ καὶ ἀνεπίφαντα. κἂν μὲν σύμφωνοι τῇ ὥρᾳ καὶ τῷ κλήρῳ τῆς τύχης καταλαμβάνωνται, προσφιλῆ τοῖς γονεῦσι καὶ ἐπαφρόδιτα καὶ κληρονομοῦντα τὰς οὐσίας αὐτῶν: ἂν δ̓ ἀσύνδετοι ἢ ἀντικείμενοι, μάχιμα [p. 412] καὶ ἐχθροποιούμενα καὶ ἐπιβλαβῆ καὶ μὴ παραλαμβάνοντα τὰς τῶν γονέων οὐσίας. ὁμοίως δὲ κἂν μὲν ἀλλήλοις ὦσι συνεσχηματισμένοι συμφώνως οἱ τὰ τέκνα διδόντες, διαμένουσιν οἱ δοθέντες φιλάδελφοι καὶ τιμητικοὶ πρὸς ἀλλήλους: ἂν δ̓ ἀσύνδετοι ἢ διάμετροι, φιλέχθρως καὶ ἐπιβουλευτικῶς διακείμενοι. τὰ δὲ κατὰ μέρος πάλιν ἂν τις καταστοχάζοιτο χρησάμενος ἐφ̓ ἑκάστου τῷ τὴν δόσιν πεποιημένῳ τῶν ἀστέρων ὡροσκοπίῳ καὶ ἀπὸ τῆς λοιπῆς διαθέσεως ὡς ἐπὶ γενέσεως τὴν περὶ τῶν ὁλοσχερεστέρων ἐπίσκεψιν ποιούμενος.