Περὶ τεράτων Οὐκ ἀλλότριος δὲ τῆς προκειμένης σκέψεως οὐδ̓ ὁ περὶ τῶν τεράτων λόγος. πρῶτον μὲν γὰρ ἐπὶ τῶν τοιούτων τὰ μὲν φῶτα ἀποκεκλικότα ἢ ἀσύνδετα τῷ ὡροσκόπῳ κατὰ τὸ πλεῖστον εὑρίσκεται, τὰ δὲ κέντρα διειλημμένα ὑπὸ τῶν κακοποιῶν. ὅταν οὖν τοιαύτη τις ὑπ̓ ὄψιν πέσῃ διάθεσις, ἐπειδὴ γίνεται πολλάκις καὶ περὶ τὰς ταπεινὰς καὶ κακοδαίμονας γενέσεις, κἂν μὴ τερατώδεις ὦσιν, εὐθὺς ἐπισκοπεῖν προσήκει τὴν προγενομένην συζυγίαν συνοδικὴν ἢ πανσεληνιακὴν καὶ τὸν οἰκοδεσποτήσαντα ταύτης τε καὶ τῶν τῆς ἐκτροπῆς φωτῶν. ἐὰν γὰρ οἱ τῆς ἐκτροπῆς αὐτῶν τόποι καὶ ὁ τῆς σελήνης καὶ ὁ τοῦ ὡροσκόπου πάντες ἢ οἱ πλείονες ἀσύνδετοι τυγχάνωσιν ὄντες τῷ τῆς προγενομένης συζυγίας τόπῳ, τὸ γεννώμενον αἰνιγματῶδες ὑπονοητέον. ἐὰν μὲν οὖν τούτων οὕτως ἐχόντων τά τε φῶτα ἐν τετράποσιν ἢ θηριώδεσιν εὑρίσκηται ζῳδίοις καὶ οἱ δύο κεκεντρωμένοι τῶν κακοποιῶν, οὐδ̓ ἐξ ἀνθρώπων ἔσται τὸ γεννώμενον, ἀλλὰ μηδενὸς μὲν μαρτυροῦντος [p. 262] τοῖς φωσὶ ἀγαθοποιοῦ, τῶν δὲ κακοποιῶν, τέλεον ἀνήμερον καὶ τῶν ἀγρίαν καὶ κακωτικὴν ἐχόντων φύσιν: μαρτυρούντων δὲ Διὸς ἢ Ἀφροδίτης, τῶν ἐκθειαζομένων, οἷον κυνῶν ἢ αἰλούρων ἢ τῶν τοιούτων: Ἑρμοῦ δέ, τῶν εἰς χρείαν ἀνθρωπίνην, οἷον ὀρνίθων ἢ συῶν ἢ βοῶν ἢ αἰγῶν καὶ τῶν τοιούτων. ἐὰν δὲ ἐν ἀνθρωποείδεσι τὰ φῶτα καταλαμβάνηται, τῶν ἄλλων ὡσαύτως ἐχόντων, ὑπ̓ ἀνθρώπων μὲν ἢ παῤ ἀνθρώποις ἔσται τὰ γεγενημένα, τέρατα δὲ καὶ αἰνιγματώδη τῆς κατὰ τὸ ποιὸν ἰδιότητος, καὶ ἐνταῦθα συνορωμένης ἐκ τῆς τῶν ζῳδίων μορφώσεως, ἐν οἷς οἱ διειληφότες τὰ φῶτα ἢ τα κέντρα κακοποιοὶ τυγχάνουσιν. ἐὰν μὲν οὖν κἀνταῦθα μηδὲ εἷς τῶν ἀγαθοποιῶν ἀστέρων προσμαρτυρῇ μηδενὶ τῶν προειρημένων τόπων, ἄλογα καὶ ὡς ἀληθῶς αἰνιγματώδη γίνεται τέλεον: ἐὰν δὲ ὁ τοῦ Διὸς ἢ ὁ τῆς Ἀφροδίτης μαρτυρήσῃ, τιμώμενον καὶ εὔσχημον ἔσται τὸ τοῦ τέρατος ἴδιον: ὁποῖον περὶ τοὺς ἑρμαφροδίτους ἢ τοὺς καλουμένους ἁρποκρατιακοὺς καὶ τοὺς τοιούτους εἴωθε συμβαίνειν. εἰ δὲ καὶ ὁ τοῦ Ἑρμοῦ μαρτυρήσειε μετὰ τούτων μὲν καὶ ἀποφθεγγομένους καὶ διὰ τῶν τοιούτων ποριστικούς: μόνος δὲ ὁ τοῦ Ἑρμοῦ νωδοὺς καὶ [p. 264] κωφούς, εὐφυεῖς μέντοι καὶ πανούργους ἄλλως ἀπεργάζεται.