Περι ἀδελφῶν Ὁ μὲν οὖν περὶ γονέων τόπος σχεδὸν καὶ ἀπὸ τούτων ἂν ἡμῖν γένοιτο καταφανής: ὁ δὲ περὶ ἀδελφῶν, εἴ τις κἀνταῦθα τὸ καθ̓ ὅλου μόνον ἐξετάζοι καὶ μὴ πέρα τοῦ δυνατοῦ τόν τε ἀριθμὸν ἀκριβῶς καὶ κατὰ μέρος ἐπιζητοίη, λαμβάνοιτ̓ ἂν φυσικώτερον ὅ τε περὶ ὁμομητρίων μόνον καὶ ἀπὸ τοῦ μεσουρανοῦντος δωδεκατημορίου τοῦ μητρικοῦ τόπου, τουτέστι τοῦ περιέχοντος ἡμέρας μὲν τὸν τῆς Ἀφροδίτης, νυκτὸς δὲ τὴν σελήνην,ἐπειδήπερ [p. 252] τοῦτο τὸ ζῴδιον καὶ τὸ ἐπαναφερόμενον αὐτῷ γίνεται τῆς μητρὸς ὁ περὶ τέκνων τόπος, ὁ αὐτὸς ὀφείλων εἶναι τῷ τοῦ γεννωμένου περὶ ἀδελφῶν. ἐὰν μὲν οὖν ἀγαθοποιοὶ τῷ τόπῳ συσχηματίζωνται, δαψίλειαν ἀδελφῶν ἐροῦμεν, πρός τε τὸ πλῆθος αὐτῶν τῶν ἀστέρων τὸν στοχασμὸν ποιούμενοι, καὶ πότερον ἐν μονοειδέσι τυγχάνουσι ζῳδίοις ἢ ἐν δισώμοις: ἐὰν δ̓ οἱ κακοποιοὶ καθυπερτερῶσιν αὐτῶν ἢ καὶ ἐναντιωθῶσι κατὰ διάμετρον, σπαναδελφίας εἰσὶ δηλωτικοί, μάλιστα δὲ κἂν τὸν ἥλιον συμπαραλαμβάνωσιν: εἰ δὲ καὶ ἐπὶ τῶν κέντρων ἡ ἐναντίωσις γένοιτο καὶ μάλιστα τοῦ ὡροσκοποῦντος, ἐπὶ μὲν Κρόνου καὶ πρωτοτόκοι ἢ πρωτοτρόφοι γίνονται, ἐπὶ δὲ Ἄρεως θανάτῳ τῶν λοιπῶν σπαναδελφοῦσιν. ἔτι μέντοι τῶν διδόντων ἀστέρων ἐὰν μὲν καλῶς κατὰ τὸ κοσμικὸν τυγχάνωσι διακείμενοι, εὐσχήμονας καὶ ἐνδόξους ἡγητέον τοῦς διδομένους ἀδελφούς: ἐὰν δὲ ἐναντίως, ταπεινοὺς καὶ ἀνεπιφάντους: ἐὰν δὲ καθυπερτερήσωσι τοὺς διδόντας ἢ ἐπενεχθῶσιν αὐτοῖς οἱ κακοποιοί, καὶ ὀλιγοχρονίους: δώσουσι δὲ τοὺς μὲν ἄρρενας οἱ κοσμικῶς ἠρρενωμένοι, τὰς δὲ θηλείας οἱ τεθηλυσμένοι, καὶ πάλιν τοὺς μὲν πρώτους οἱ ἀπηλιωτικώτεροι, τοὺς δὲ ὑστέρους οἱ λιβυκώτεροι. πρὸς δὲ τούτοις ἐὰν οἱ διδόντες τοὺς ἀδελφοὺς [p. 254] συμφώνως ἐσχηματισμένοι τυγχάνωσι τῷ κυριεύοντι τοῦ περὶ τῶν ἀδελφῶν δωδεκατημορίου, προσφιλεῖς ποιήσουσι τοὺς διδομένους ἀδελφούς: ἐὰν δὲ καὶ τῷ κλήρῳ τῆς τύχης, καὶ κοινοβίους: ἐὰν δὲ ἐν τοῖς ἀσυνδέτοις τύχωσιν ἢ κατὰ τὴν ἐναντίαν στάσιν, φιλέχθρους καὶ φθονερούς, καὶ ὡς ἐπὶ πᾶν ἐπιβουλευτικούς. λοιπὸν δὲ καὶ τὰ καθ̓ ἕκαστον αὐτῶν εἴ τις ἐπιπολυπραγμονοίη, συνεικάζοιτ̓ ἂν καὶ ἐνταῦθα πάλιν, τοῦ διδόντος ἀστέρος ὑποτιθεμένου κατὰ τὸν ὡροσκοπικὸν λόγον καὶ τῶν λοιπῶν ὡς ἐπὶ γενέσεως συνθεωρουμένων.