previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ ποιότητος ψυχῆς Περὶ μὲν οὖν τῶν σωματικῶν συμπτωμάτων τύπος τῆς ἐπισκέψεως τοιοῦτος ἄν τις εἴη. τῶν δὲ ψυχικῶν ποιοτήτων αἱ μὲν περὶ τὸ λογικὸν καὶ νοερὸν μέρος καταλαμβάνονται διὰ τῆς κατὰ τὸν τοῦ Ἑρμοῦ ἀστέρα θεωρουμένης ἑκάστοτε περιστάσεως: αἱ δὲ περὶ τὸ αἰσθητικὸν καὶ ἄλογον ἀπὸ τοῦ σωματωδεστέρου τῶν φωτῶν, τουτέστι τῆς σελήνης, καὶ τῶν πρὸς τὰς ἀπορροίας καὶ τὰς συναφὰς αὐτῆς συνεσχηματισμένων ἀστέρων. πολυτροπωτάτου δ̓ ὄντος τοῦ κατὰ τὰς ψυχικὰς ὁρμὰς εἴδους εἰκότως ἂν καὶ τὴν τοιαύτην ἐπίσκεψιν οὐχ ἁπλῶς οὐδ̓ ὡς ἔτυχε ποιοίμεθα, διὰ πλειόνων δὲ καὶ ποικίλων παρατηρήσεων. καὶ γὰρ αἱ τῶν ζῳδίων τῶν περιεχόντων τόν τε τοῦ Ἑρμοῦ καὶ τὴν σελήνην τοὺς τὴν ἐπικράτησιν αὐτῶν εἰληφότας ἀστέρας διαφοραὶ πολὺ δύνανται συμβάλλεσθαι πρὸς τὰ τῶν ψυχικῶν ἰδιώματα, καὶ οἱ τῶν λόγον ἐχόντων πρὸς τὸ προκείμενον εἶδος ἀστέρων σχηματισμοὶ πρὸς ἥλιόν τε καὶ τὰ κέντρα, καὶ ἔτι τὸ [p. 334] κατ̓ αὐτὴν τὴν ἑκάστου τῶν ἀστέρων φύσιν πρὸς τὰς ψυχικὰς κινήσεις ἰδιότροπον. Τῶν μὲν οὖν ζῳδίων καθ̓ ὅλου τὰ μὲν τροπικὰ δημοτικωτέρας ποιεῖ τὰς ψυχὰς ὀχλικῶν τε καὶ πολιτικῶν πραγμάτων ἐπιθυμητικάς, ἔτι δὲ φιλοδόξους καὶ θεοπροσπλόκους εὐφυεῖς τε καὶ εὐκινήτους, ζητητικάς τε καὶ εὑρετικάς, εὐεικάστους καὶ ἀστρολογικὰς καὶ μαντικάς: τὰ δὲ δίσωμα ποικίλας, εὐμεταβόλους, δυσκαταλήπτους, κούφας, εὐμεταθέτους, διπλᾶς, ἐρωτικάς, πολυτρόπους, φιλομούσους, ῥαθύμους, εὐπορίστους, μεταμελητικάς: τὰ δὲ στερεὰ δικαίας, ἀκολακεύτους, ἐπιμόνους, βεβαίας, συνετάς, ὑπομονητικάς, φιλοπόνους, σκληράς, ἐγκρατεῖς, μνησικάκους, ἐκβιβαστικάς, ἐριστικάς, φιλοτίμους, στασιώδεις, πλεονεκτικάς, ἀποκρότους, ἀμεταθέτους. Τῶν δὲ σχηματισμῶν αἱ μὲν ἀνατολικαὶ καὶ ὡροσκοπίαι καὶ μάλιστα αἱ ἰδιοπροσωπίαι ἐλευθερίους καὶ ἁπλᾶς καὶ αὐθάδεις καὶ ἰσχυρὰς καὶ εὐφυεῖς καὶ ὀξείας καὶ ἀπαρακαλύπτους τὰς ψυχὰς ἀπεργάζονται: οἱ δὲ ἑῷοι στηριγμοὶ καὶ αἱ μεσουρανήσεις ἐπιλογιστικάς, ἐπιμόνους, μνημονευτικάς, βεβαίας, συνετάς, μεγαλόφρονας, ἀποτελεστικὰς ὧν βούλονται, ἀτρέπτους, ῥωμαλέας, ὠμάς, ἀνεξαπατήτους, κριτικάς, ἐμπράκτους, κολαστικάς, ἐπιστημονικάς: αἱ δὲ προηγήσεις καὶ αἱ δύσεις εὐμεταθέτους, [p. 336] ἀβεβαίους, ἀσθενεῖς, ἀφερεπόνους, ἐμπαθεῖς, ταπεινάς, δειλάς, ἀμφιβόλους, θρασυδείλους, ἀμβλείας, βλακώδεις, δυσκινήτους: οἱ δὲ ἑσπέριοι στηριγμοὶ καὶ αἱ ὑπὸ γῆν μεσουρανήσεις, ἔτι δὲ καὶ ἐφ̓ Ἑρμοῦ καὶ Ἀφροδίτης ἡμέρας μὲν αἱ ἑσπέριαι δύσεις, νυκτὸς δὲ αἱ ἑῷοι, εὐφυεῖς μὲν καὶ φρενήρεις, οὐκ ἄγαν δὲ μνημονικὰς οὐδ̓ ἐπιμόχθους καὶ φιλοπόνους, διερευνητικὰς δὲ τῶν ἀποκρύφων καὶ ζητητικὰς τῶν ἀθεωρήτων, οἷον μαγικάς, μυστηριακάς, μετεωρολογικάς, ὀργανικάς, μηχανικάς, θαυματοποιούς, ἀστρολογικάς, φιλοσόφους, οἰωνοσκοπικάς, ὀνειροκριτικὰς καὶ τὰς ὁμοίας. Πρὸς τούτοις δὲ ἐν ἰδίοις μὲν καὶ οἰκείοις ὄντες τόποις καὶ αἱρήσεσιν οἱ τὴν κυρίαν ἔχοντες τῶν ψυχικῶν, καθ̓ ὃν ἐν ἀρχῇ διωρισάμεθα τρόπον, προφανῆ καὶ ἀπαραπόδιστα καὶ αὐθέκαστα καὶ ἐπιτευκτικὰ ποιοῦσι τὰ ἰδιώματα, καὶ μάλισθ̓ ὅταν οἱ αὐτοὶ τῶν δύο τόπων ἐπικρατήσωσιν ἅμα, τουτέστι τῷ μὲν τοῦ Ἑρμοῦ ὁπωσδήποτε τυγχάνωσι συνεσχηματισμένοι, τὴν δὲ τῆς σελήνης ἀπόρροιαν καὶ συναφὴν ἐπέχοντες: μὴ οὕτω δὲ διακείμενοι ἀλλ̓ ἐν ἀνοικείοις ὄντες τόποις, τὰ μὲν τῆς ἑαυτῶν φύσεως οἰκεῖα πρὸς τὴν ψυχικὴν ἐνέργειαν ἀνεπίφαντα καὶ ἀμαυρὰ καὶ ἀτελείωτα καὶ ἀπρόκοπα καθιστᾶσι. τὰ δὲ τῆς τῶν ἐπικρατησάντων καθυπερτερησάντων [p. 338] ἰσχυρά τε καὶ ἐπιβλαβῆ τῶν ὑποκειμένων, ὡς ὅταν οἵ τε διὰ κακοποιῶν οἰκείωσιν ἄδικοι καὶ πονηροί, κρατούντων μὲν αὐτῶν, εὐπροχώρητον καὶ ἀνεμποδίστον καὶ ἀκίνδυνον καὶ ἐπίδοξον ἔχουσι τὴν πρὸς τὸ κακῶς ἀλλήλους ποιεῖν ὁρμήν: κρατουμένων δὲ ὑπὸ τῆς ἐναντίας αἱρέσεως, κατάφοροι καὶ ἀνεπίτευκτοι καὶ εὐτιμώρητοι γίνονται. οἱ δ̓ αὖ πάλιν διὰ τὴν τῶν ἀγαθοποιούντων πρὸς τοὺς εἰρημένους ὅρους συνοικείωσιν ἀγαθοὶ καὶ δίκαιοι, ἀκαθυπερτερήτων μὲν ὄντων, αὐτοί τε χαίρουσι καὶ εὐφημοῦνται ἐπὶ ταῖς τῶν ἄλλων εὐποιΐαις καὶ ὑπὸ μηδενὸς ἀδικούμενοι ἀλλ̓ ὀνησιφόρον ἔχοντες τὴν δικαιοσύνην διατελοῦσι: κρατουμένων δὲ ὑπὸ τῶν ἐναντίων ἀνάπαλιν, δἰ αὐτὸ τὸ πρᾶον καὶ φιλάνθρωπον καὶ ἐλεητικὸν καὶ εὐκαταφρόνητοί τε καὶ ἐπίμεμπτοι καὶ ὑπὸ τῶν πλείστων εὐαδίκητοι τυγχάνουσιν. μὲν οὖν καθ̓ ὅλου τρόπος τῆς ἠθικῆς ἐπισκέψεως τοιοῦτός τις ἂν εἴη: τὰς δὲ κατὰ μέρος ἀπ̓ αὐτῆς τῆς τῶν ἀστέρων φύσεως κατὰ τὴν τοιαύτην κυρίαν ἀποτελουμένας ἰδιοτροπίας ἑξῆς κατὰ τὸ κεφαλαιῶδες ἐπεξελευσόμεθα μέχρι τῆς καθ̓ ὁλοσχέρειαν θεωρουμένης συγκράσεως. μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν καὶ αὐθεντήσας τοῦ τε Ἑρμοῦ [p. 340] καὶ τῆς σελήνης, ἐὰν μὲν ἐνδόξως ἔχῃ πρός τε τὸ κοσμικὸν καὶ τὰ κέντρα, ποιεῖ φιλοσωμάτους, ἰσχυρογνώμονας, βαθύφρονας, αὐστηρούς, μονογνώμονας, ἐπιμόχθους, ἐπιτακτικούς, κολαστικούς, περιουσιαστικούς, φιλοχρημάτους, βιαίους, θησαυριστικούς, φθονερούς. ἐναντίως δὲ καὶ ἀδόξως κείμενος ῥυπαρούς, μικρολόγους, μικροψύχους, ἀδιαφόρους, κακογνώμονας, βασκάνους, δειλούς, ἀνακεχωρηκότας, κακολόγους, φιλερήμους, φιλοθρήνους, ἀναιδεῖς, δεισιδαίμονας, φιλομόχθους, ἀστόργους, ἐπιβουλευτικοὺς τῶν οἰκείων, ἀνευφράντους, μισοσωμάτους. Τῷ δὲ τοῦ Διὸς κατὰ τὸν ἐκκείμενον τρόπον συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων πάλιν διαθέσεων ποιεῖ ἀγαθούς, τιμητικοὺς τῶν πρεσβυτέρων, καθεστῶτας, καλογνώμονας, ἐπικούρους, κριτικούς, φιλοκτήμονας, μεγαλοψύχους, μεταδοτικούς, εὐπροαιρέτους, φιλοικείους, πράους, συνετούς, ἀνεκτικούς, ἐμφιλοσόφους: ἐπὶ δὲ τῶν ἐναντίων ἀπειροκάλους, μανιώδεις, ψοφοδεεῖς, δεισιδαίμονας, ἱεροφοιτῶντας, [p. 342] ἐξαγορευτάς, ὑπόπτους, μισοτέκνους, ἀφίλους, ἐνδομύχους, ἀκρίτους, ἀπίστους, μωροκάκους, ἰώδεις, ὑποκριτικούς, ἀδρανεῖς, ἀφιλοτίμους, μεταμελητικούς, αὐστηρούς, δυσεντεύκτους, δυσπροσίτους, εὐλαβητικούς, εὐήθεις δ̓ ὁμοίως καὶ ἀνεξικάκους. Τῷ δὲ τοῦ Ἄρεως συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ ἀδιαφόρους, ἐπιπόνους, παρρησιαστικούς, ὀχληρούς, θρασυδείλους, αὐστηροπράξους, ἀνελεήμονας, καταφρονητικούς, τραχεῖς, πολεμικούς, ῥιψοκινδύνους, φιλοθορύβους, δολίους, ἐνεδρευτάς, δυσμηνίτας, ἀδήκτους, ὀχλοκόπους, τυραννικούς, πλεονέκτας, μισοπολίτας, φιλέριδας, μνησικάκους, βαθυπονήρους, δράστας, ἀνυποίστους, σοβαρούς, φορτικούς, καυχηματίας, κακωτάς, ἀδίκους ἀκαταφρονήτους, μισανθρώπους, ἀτρέπτους, ἀμεταθέτους, πολυπράγμονας, εὐαναστρόφους μέντοι καὶ πρακτικοὺς καὶ ἀκαταγωνίστους καὶ ὅλως ἐπιτευκτικούς. ἐπὶ δὲ τῶν ἐναντίων ἅρπαγας, ληστάς, νοθευτάς, κακοπαθεῖς, αἰσχροκερδεῖς, ἀθέους, ἀστόργους, ὑβριστάς, ἐπιβουλευτικούς, κλέπτας, ἐπιόρκους, μιαιφόνους, ἀθεμιτοφάγους, κακουργούς, ἀνδροφόνους, φαρμακευτάς, ἱεροσύλους, ἀσεβεῖς, τυμβορύχους καὶ ὅλως παγκάκους. [p. 344] Τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ μισογυναίους, φιλαρχαίους, φιλερήμους, ἀηδεῖς πρὸς τὰς ἐντεύξεις, ἀφιλοτίμους, μισοκάλους, φθονερούς, αὐστηροὺς πρὸς συνουσίας, ἀσυμπεριφόρους, μονογνώμονας, φοιβαστικούς, θρησκευτάς, μυστηρίων καὶ τελετῶν ἐπιθυμητάς, ἱεροποιούς, ἐνθεαστικούς, θεοπροσπλόκους, σεμνοὺς δὲ καὶ εὐεντρέπτους, αἰδήμονας, ἐμφιλοσόφους, πιστοὺς πρὸς συμβιώσεις, ἐγκρατεῖς, ἐπιλογιστικούς, εὐλαβεῖς, ἀγανακτητάς τε καὶ πρὸς τὰς τῶν γυναικῶν ὑποψίας ζηλοτύπους: ἐπὶ δὲ τῶν ἐναντίων λάγνους, ἀσελγεῖς, αἰσχροποιούς, ἀδιαφόρους καὶ ἀκαθάρτους πρὸς τὰς συνουσίας, ἀνάγνους, ἐπιβουλευτικοὺς θηλυκῶν προσώπων καὶ μάλιστα τῶν οἰκειοτάτων, σαθρούς, παμψόγους, καταφερεῖς, μισοκάλους, μωμητικούς, κακολόγους, μεθύσους, λατρευτικούς, ὑπονοθευτάς, ἀθεμίτους πρὸς τὰς συνελεύσεις, διατιθέντας καὶ διατιθεμένους, οὐ μόνον πρὸς τὰ κατὰ φύσιν ἀλλὰ καὶ τὰ παρὰ φύσιν πρεσβυτέρων καὶ ἀτίμων καὶ παρανόμων καὶ θηριωδῶν μίξεων ἐπιθυμητάς, ἀσεβεῖς, θεῶν καταφρονητικούς, μυστηρίων καὶ ἱερῶν διασυρτικούς, πάμπαν ἀπίστους, διαβολικούς, φαρμακούς, παντοποιούς. Τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ περιέργους, φιλοπεύστας, νομίμων [p. 346] ζητητικούς, φιλιάτρους, μυστικούς, μετόχους ἀποκρύφων καὶ ἀπορρήτων, τερατουργούς, παραλογιστάς, ἐφημεροβίους, ἐντρεχεῖς, διοικητικοὺς πραγμάτων καὶ ἀγχίφρονας, περιπίκρους καὶ ἀκριβεῖς, νήπτας, φιλόφρονας, φιλοπράκτους, ἐπιτευκτικούς: ἐπὶ δὲ τῶν ἐναντίων ληρώδεις, μνησικάκους, νηλεεῖς ταῖς ψυχαῖς ἐπιμόχθους, μισοϊδίους, φιλοβασάνους, ἀνευφράντους, νυκτερέμβους, ἐνεδρευτάς, προδότας, ἀσυμπαθεῖς, κλέπτας, μαγικούς, φαρμακευτάς, πλαστογράφους, ῥᾳδιουργούς, ἀποτευκτικοὺς καὶ εὐεκπτώτους. δὲ τοῦ Διὸς ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ μεγαλοψύχους, χαριστικούς, θεοσεβεῖς, τιμητικούς, ἀπολαυστικούς, φιλανθρώπους, μεγαλοπρεπεῖς, ἐλευθέρους, δικαίους, μεγαλόφρονας, σεμνούς, ἰδιοπράγμονας, ἐλεήμονας, φιλολόγους, εὐεργετικούς, φιλοστόργους, ἡγεμονικούς: ἐπὶ δὲ τῆς ἐναντίας διαθέσεως τυγχάνων τὰς ὁμοίας μὲν φαντασίας περιποιεῖ ταῖς ψυχαῖς, ἐπὶ τὸ ταπεινότερον μέντοι καὶ ἀνεπιφαντότερον καὶ ἀκριτωτέρον: οἷον ἀντὶ μὲν μεγαλοψυχίας ἀσωτίαν, ἀντὶ δὲ θεοσεβείας δεισιδαιμονίαν, [p. 348] ἀντὶ δὲ αἰδοῦς δειλίαν, ἀντὶ δὲ σεμνότητος οἴησιν, ἀντὶ δὲ φιλανθρωπίας εὐήθειαν, ἀντὶ δὲ φιλοκαλίας φιληδονίαν, ἀντὶ δὲ μεγαλοφροσύνης βλακείαν, ἀντὶ δὲ ἐλευθεριότητος ἀδιαφορίαν, καὶ ὅσα τούτοις παραπλήσια. Τῷ δὲ τοῦ Ἄρεως συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ τραχεῖς, μαχίμους, στρατηγικούς, διοικητικούς, κεκινημένους, ἀνυποτάκτους, θερμούς, παραβόλους, πρακτικούς, παρρησιαστικούς, ἐλεγκτικούς, ἀνυστικούς, φιλονείκους, ἀρχικούς, εὐεπιβούλους, ἐπιεικεῖς, ἐπάνδρους, νικητικούς, μεγαλοψύχους δὲ καὶ φιλοτίμους καὶ θυμικοὺς καὶ κριτικοὺς καὶ ἐπιτευκτικούς: ἐπὶ δὲ τῶν ἐναντίων ὑβριστάς, ἀδιαφόρους, ὠμούς, ἀνεξιλάστους, στασιαστάς, ἐριστικούς, μονοτόνους, διαβόλους, οἰηματίας, πλεονέκτας, ἅρπαγας, ταχυμεταβόλους, κούφους, μεταμελητικούς, ἀστάτους, προπετεῖς, ἀπίστους, ἀκρίτους, ἀγνώμονας, ἐκστατικούς, ἐμπράκτους, μεμψιμοίρους, ἀσώτους, ληρώδεις καὶ ὅλως ἀνωμάλους καὶ παρακεκινημένους. Τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ καθαρίους, ἀπολαυστικούς, φιλοκάλους, φιλοτέκνους, φιλοθεώρους, φιλομούσους, ᾠδικούς, φιλοτρόφους, εὐήθεις, εὐεργετικούς, [p. 350] ἐλεητικούς, ἀκάκους, φιλοθέους, ἀσκητάς, φιλαγωνιστάς, φρονίμους, φιλητικούς, ἐπαφροδίτους ἐν τῷ σεμνῷ, λαμπροψύχους, εὐγνώμονας, μεταδοτικούς, φιλογραμμάτους, κριτικούς, συμμέτρους καὶ εὐσχήμονας πρὸς τὰ ἀφροδίσια, φιλοικείους, εὐσεβεῖς, φιλοδικαίους, φιλοτίμους, φιλοδόξους καὶ ὅλως καλούς τε καὶ ἀγαθούς: ἐπὶ δὲ τῶν ἐναντίων τρυφητάς, ἡδυβίους, θηλυψύχους, ὀρχηστικούς, γυναικοθύμους, δαπανηρούς, κακογυναίους, ἐρωτικούς, λάγνους, καταφερεῖς, λοιδόρους, μοιχούς, φιλοκόσμους, ὑπομαλάκους, ῥαθύμους, ἀσώτους, ἐπιμώμους, ἐμπαθεῖς, καλλωπιστάς, γυναικονοήμονας, ἱερῶν ἐγκατόχους, προαγωγικούς, μυστηριακούς, πιστοὺς μέντοι καὶ ἀπονήρους καὶ ἐπιχαρίτους καὶ εὐπροσίτους καὶ εὐδιαγώγους καὶ πρὸς τὰς συμφορὰς ἐλευθεριωτέρους. Τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ πολυγραμμάτους, φιλολόγους, γεωμέτρας, μαθηματικούς, ποιητικούς, δημηγορικούς, εὐφυεῖς, σωφρονικούς, ἀγαθόφρονας, καλοσυμβούλους, πολιτικούς, εὐεργετικούς, ἐπιτροπικούς, [p. 352] χρηστοήθεις, φιλοδώρους, φιλόχλους, εὐεπηβόλους, ἐπιτευκτικούς, ἡγεμονικούς, εὐσεβεῖς, φιλοθέους, εὐχρηματίστους, φιλοστόργους, φιλοικείους, εὐπαιδεύτους, ἐμφιλοσόφους, ἀξιωματικούς: ἐπὶ δὲ τῶν ἐναντίων εὐήθεις, ληρώδεις, σφαλλομένους, εὐκαταφρονήτους, ἐνθουσιαστικούς, θεοπροσπλόκους, φληνάφους, ὑποπίκρους, προσποιησισόφους, ἀνοήτους, ἀλαζονικούς, ἐπιτηδευτάς, μαγευτικούς, ὑποκεκινημένους, πολυΐστορας δὲ καὶ μνημονικοὺς καὶ διδασκαλικοὺς καὶ καθαρίους ταῖς ἐπιθυμίαις. δὲ τοῦ Ἄρεως ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ γενναίους, ἀρχικούς, θυμικούς, φιλόπλους, πολυτρόπους, σθεναρούς, παραβόλους, ῥιψοκινδύνους, ἀνυποτάκτους, ἀδιαφόρους, μονοτόνους, ὀξεῖς, αὐθάδεις, καταφρονητικούς, τυραννικούς, δράστας, ὀργίλους, ἡγεμονικούς: ἐπὶ δὲ τῆς ἐναντίας ὠμούς, ὑβριστάς, φιλαίμους, φιλοθορύβους, δαπάνους, κραυγαστάς, πλήκτας, προπετεῖς, μεθύσους, ἅρπαγας, κακούργους, ἀνελεήμονας, τεταραγμένους, μανιώδεις, μισοικείους, ἀθέους. Τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ ἐπιχάριτας, εὐδιαγώγους, φιλεταίρους, ἡδυβίους, εὐφροσύνους, παιγνιώδεις, [p. 354] ἀφελεῖς, εὐρύθμους, φιλορχηστάς, ἐρωτικούς, φιλοτέχνους, μιμητικούς, ἀπολαυστικούς, διασκευαστάς, ἐπάνδρους καὶ εὐκαταφόρους μὲν πρὸς τὰς ἀφροδισιακὰς ἁμαρτίας, ἐπιτευκτικοὺς δὲ καὶ εὐπεριστόλους καὶ νουνεχεῖς καὶ δυσελέγκτους καὶ διακριτικούς, ἔτι δὲ νέων ἐπιθυμητικοὺς ἀρρένων τε καὶ θηλειῶν, δαπανηρούς τε καὶ ὀξυθύμους καὶ ζηλοτύπους: ἐπὶ δὲ τῶν ἐναντίων ῥιψοφθάλμους, λάγνους, καταφερεῖς, ἀδιαφόρους, διασύρτας, μοιχικούς, ὑβριστάς, ψεύστας, δολοπλόκους, ὑπονοθευτὰς οἰκείων τε καὶ ἀλλοτρίων, ὀξεῖς ἅμα καὶ προσκορεῖς πρὸς τὰς ἐπιθυμίας, διαφθορέας γυναικῶν καὶ παρθένων, παραβόλους, θερμούς, ἀτάκτους, ἐνεδρευτάς, ἐπιόρκους, εὐεμπτώτους τε καὶ φρενοβλαβεῖς, ἐνίοτε δὲ καὶ ἀσώτους, φιλοκόσμους καὶ θρασεῖς καὶ διατιθεμένους καὶ ἀσελγαίνοντας. Τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ στρατηγικούς, δεινούς, δράστας, εὐκινήτους, ἀκαταφρονήτους, πολυτρόπους, εὑρετικούς, σοφιστάς, ἐπιπόνους, πανούργους, προγλώσσους, ἐπιθετικούς, δολίους, ἀστάτους, μεθοδευτάς, κακοτέχνους, ὀξύφρονας, ἐξαπατητάς, ὑποκριτικούς, ἐνεδρευτάς, κακοτρόπους, πολυπράγμονας, φιλοπονήρους, ἐπιτευκτικοὺς δ̓ ἄλλως καὶ πρὸς τοὺς ὁμοίους εὐσυνθέτους καὶ εὐσυνδεξιάστους, καὶ ὅλως [p. 356] ἐχθρῶν μὲν βλαπτικούς, φίλων δὲ εὐποιητικούς: ἐπὶ δὲ τῶν ἐναντίων δαπανηρούς, πλεονέκτας, ὠμούς, παραβόλους, τολμηρούς, μεταμελητικούς, ἐμπαράκτους, παρακεκινημένους, ψεύστας, κλέπτας, ἀθέους, ἐπιόρκους, ἐπιθέτας, στασιαστάς, ἐμπρηστάς, θεατροκόπους, ἐφυβρίστους, ληστρικούς, τοιχωρύχους, μιαιφόνους, πλαστογράφους, ῥᾳδιουργούς, γόητας, μάγους, φαρμακούς, ἀνδροφόνους. δὲ τῆς Ἀφροδίτης μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ προσηνεῖς, ἀγαθούς, τρυφητάς, λογίους, καθαρίους, εὐφροσύνους, φιλορχηστάς, καλοζήλους, μισοπονήρους, φιλοτέχνους, φιλοθεωτάτους, εὐσχήμονας, εὐεκτικούς, εὐονείρους, φιλοστόργους, εὐεργετικούς, ἐλεήμονας, σικχούς, εὐσυναλλάκτους, ἐπιτευκτικοὺς καὶ ὅλως ἐπαφροδίτους: ἐπὶ δὲ τῆς ἐναντίας ῥαθύμους, ἐρωτικούς, τεθηλυσμένους, γυναικώδεις, ἀτόλμους, ἀδιαφόρους, καταφερεῖς, ἐπιψόγους, ἀνεπιφάντους, ἐπονειδίστους. Τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ φιλοτέχνους, ἐμφιλοσόφους, ἐπιστημονικούς, εὐφυεῖς, ποιητικούς, φιλομούσους, φιλοκάλους, χρηστοήθεις, ἀπολαυστικούς, τρυφεροδιαίτους, [p. 358] εὐφροσύνους, φιλοφίλους, εὐσεβεῖς, συνετούς, πολυμηχάνους, διανοητικούς, εὐεπιβόλους, κατορθωτικούς, ταχυμαθεῖς, αὐτοδιδάκτους, ζηλωτὰς τῶν ἀρίστων, μιμητὰς τῶν καλῶν, εὐστόμους καὶ ἐπιχάριτας τῷ λόγῳ, ἐρασμίους, εὐαρμόστους τοῖς ἤθεσι, σπουδαίους, φιλάθλους, ὀρθούς, κριτικούς, μεγαλόφρονας, τῶν δὲ ἀφροδισίων πρὸς μὲν τὰ γυναικεῖα φυλακτικούς, πρὸς δὲ τὰ παιδικὰ μᾶλλον κεκινημένους καὶ ζηλοτύπους: ἐπὶ δὲ τῆς ἐναντίας ἐπιθέτας, πολυμηχάνους, κακοστόμους, ἀλλοπροσάλλους, κακογνώμονας, ἐξαπατητάς, κυκητάς, ψεύστας, διαβόλους, ἐπιόρκους, βαθυπονήρους, ἐπιβουλευτικούς, ἀσυνθέτους, ἀδεξιάστους, νοθευτάς, γυναικῶν διαφθορέας καὶ παίδων, ἔτι δὲ καλλωπιστάς, ὑπομαλάκους, ἐπιψόγους, κακοφήμους, πολυθρυλήτους, παντοπράξους, καὶ ἐνίοτε μὲν ἐπὶ διαφθορᾷ τὰ τοιαῦτα ὑποκρινομένους, ἐνίοτε δὲ καὶ ταῖς ἀληθείαις, διατιθεμένους τε καὶ αἰσχροποιοῦντας καὶ ποικίλοις πάθεσιν ὑβριζομένους. δὲ τοῦ Ἑρμοῦ ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ τοὺς γεννωμένους συνετούς, ἀγχίνους, νοήμονας, πολυΐστορας, εὑρετικούς, ἐμπείρους, λογιστικούς, [p. 360] φυσιολόγους, θεωρητικούς, εὐφυεῖς, ζηλωτικούς, εὐεργετικούς, ἐπιλογιστικούς, εὐστόχους, μαθηματικούς, μυστηριακούς, ἐπιτευκτικούς: ἐπὶ δὲ τῆς ἐναντίας πανούργους, προπετεῖς, ἐπιλήσμονας, ὁρμηματίας, κούφους, εὐμεταβόλους, μεταμελητικούς, μωροκάκους, ἄφρονας, ἁμαρτώλους, ψεύστας, ἀδιαφόρους, ἀστάτους, ἀπίστους, πλεονέκτας, ἀδίκους καὶ ὅλως σφαλερούς τε τῇ διανοίᾳ καὶ καταφόρους τοῖς ἁμαρτήμασι. Τούτων δὲ οὕτως ἐχόντων συμβάλλεται μέντοι καὶ αὐτὴ τῆς σελήνης κατάστασις, ἐπειδήπερ ἐν μὲν τοῖς ἐπικαμπίοις τυγχάνουσα τοῦ τε νοτίου καὶ τοῦ βορείου πέρατος συνεργεῖ τοῖς ψυχικοῖς ἰδιώμασιν ἐπὶ τὸ πολυτροπώτερον καὶ τὸ πολυμηχανώτερον καὶ εὐμεταβολώτερον: ἐπὶ δὲ τῶν συνδέσμων ἐπὶ τὸ ὀξύτερον καὶ πρακτικώτερον καὶ εὐκινητότερον: ἔτι δὲ ἐν μὲν ταῖς ἀνατολαῖς καὶ ταῖς τῶν φωτῶν αὐξήσεσιν ἐπὶ τὸ εὐφυέστερον καὶ προφανέστερον καὶ βεβαιότερον καὶ παρρησιαστικώτερον: ἐν δὲ ταῖς μειώσεσι τῶν φωτῶν ταῖς κρύψεσιν ἐπὶ τὸ νωχελέστερον καὶ ἀμβλύτερον καὶ μεταμελητικώτερον καὶ εὐλαβέστερον καὶ ἀνεπιφανέστερον. Συμβάλλεται δέ πως καὶ ἥλιος συνοικειωθεὶς τῷ τῆς ψυχικῆς κράσεως οἰκοδεσποτήσαντι, κατὰ μὲν τὸ ἔνδοξον πάλιν τῆς διαθέσεως ἐπὶ τὸ δικαιότερον [p. 362] καὶ ἀνυστικώτερον καὶ τιμητικώτερον καὶ σεμνότερον καὶ θεοσεβέστερον: κατὰ δὲ τὸ ἐναντίον καὶ ἀνοίκειον ἐπὶ τὸ ταπεινότερον καὶ ἐπιπονώτερον καὶ ἀσημότερον καὶ ὠμότερον καὶ μονογνωμονέστερον καὶ αὐστηρότερον καὶ δυσδιαγωγότερον καὶ ὅλως ἐπὶ τὸ δυσκατορθώτερον.

hide References (105 total)
  • Cross-references to this page (104):
    • Dictionary of Greek and Roman Geography (1854), AEA´NTIUM
    • Dictionary of Greek and Roman Geography (1854), ALMO´PIA
    • Dictionary of Greek and Roman Geography (1854), A´MPELOS
    • Dictionary of Greek and Roman Geography (1854), AMPHAXI´TIS
    • Dictionary of Greek and Roman Geography (1854), ANTIGONEIA
    • Dictionary of Greek and Roman Geography (1854), ARACHTHUS
    • Dictionary of Greek and Roman Geography (1854), ARGOS ORE´STICUM
    • Dictionary of Greek and Roman Geography (1854), ASTRAEUM
    • Dictionary of Greek and Roman Geography (1854), ATHOS
    • Dictionary of Greek and Roman Geography (1854), ATRAX
    • Dictionary of Greek and Roman Geography (1854), AULON
    • Dictionary of Greek and Roman Geography (1854), AZO´RUS
    • Dictionary of Greek and Roman Geography (1854), BALLA
    • Dictionary of Greek and Roman Geography (1854), BERGA
    • Dictionary of Greek and Roman Geography (1854), BEROEA
    • Dictionary of Greek and Roman Geography (1854), BOIODU´RUM
    • Dictionary of Greek and Roman Geography (1854), BULLIS
    • Dictionary of Greek and Roman Geography (1854), CANASTRAEUM
    • Dictionary of Greek and Roman Geography (1854), CERCINE
    • Dictionary of Greek and Roman Geography (1854), CHALCI´DICE
    • Dictionary of Greek and Roman Geography (1854), CORONEIA
    • Dictionary of Greek and Roman Geography (1854), CYPAERA or CYPHARA
    • Dictionary of Greek and Roman Geography (1854), CYRE´TIAE
    • Dictionary of Greek and Roman Geography (1854), CYRRHUS
    • Dictionary of Greek and Roman Geography (1854), DASSARE´TAE
    • Dictionary of Greek and Roman Geography (1854), DERRHIS
    • Dictionary of Greek and Roman Geography (1854), DIUM
    • Dictionary of Greek and Roman Geography (1854), DOBE´RUS
    • Dictionary of Greek and Roman Geography (1854), DO´LICHE
    • Dictionary of Greek and Roman Geography (1854), DYRRHA´CHIUM
    • Dictionary of Greek and Roman Geography (1854), ECHIDO´RUS
    • Dictionary of Greek and Roman Geography (1854), EDESSA
    • Dictionary of Greek and Roman Geography (1854), EDO´NES
    • Dictionary of Greek and Roman Geography (1854), ELIMEIA
    • Dictionary of Greek and Roman Geography (1854), EMA´THIA
    • Dictionary of Greek and Roman Geography (1854), EORDAEA
    • Dictionary of Greek and Roman Geography (1854), EO´RDETI
    • Dictionary of Greek and Roman Geography (1854), ERIGON
    • Dictionary of Greek and Roman Geography (1854), EUIA
    • Dictionary of Greek and Roman Geography (1854), EUPO´RIA
    • Dictionary of Greek and Roman Geography (1854), EURO´PUS
    • Dictionary of Greek and Roman Geography (1854), GARESCUS
    • Dictionary of Greek and Roman Geography (1854), GASO´RUS
    • Dictionary of Greek and Roman Geography (1854), GIGO´NIS PROM
    • Dictionary of Greek and Roman Geography (1854), GONNUS
    • Dictionary of Greek and Roman Geography (1854), GORTY´NIA
    • Dictionary of Greek and Roman Geography (1854), GYRTON
    • Dictionary of Greek and Roman Geography (1854), HALIACMON
    • Dictionary of Greek and Roman Geography (1854), HALONNE´SUS
    • Dictionary of Greek and Roman Geography (1854), HERACLEIA LYNCESTIS
    • Dictionary of Greek and Roman Geography (1854), HERACLEIA SINTICA
    • Dictionary of Greek and Roman Geography (1854), HY´PATA
    • Dictionary of Greek and Roman Geography (1854), IDO´MENE
    • Dictionary of Greek and Roman Geography (1854), LU´DIAS
    • Dictionary of Greek and Roman Geography (1854), LYCHNIDUS
    • Dictionary of Greek and Roman Geography (1854), MELITAEA
    • Dictionary of Greek and Roman Geography (1854), MIEZA
    • Dictionary of Greek and Roman Geography (1854), MYGDO´NIA
    • Dictionary of Greek and Roman Geography (1854), NARTHA´CIUM
    • Dictionary of Greek and Roman Geography (1854), NEA´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), NESTUS
    • Dictionary of Greek and Roman Geography (1854), NYMPHAEUM
    • Dictionary of Greek and Roman Geography (1854), ODOMANTI
    • Dictionary of Greek and Roman Geography (1854), OESYME
    • Dictionary of Greek and Roman Geography (1854), OLYMPUS
    • Dictionary of Greek and Roman Geography (1854), ORB´ELUS
    • Dictionary of Greek and Roman Geography (1854), ORESTAE
    • Dictionary of Greek and Roman Geography (1854), ORICUM
    • Dictionary of Greek and Roman Geography (1854), OSSA
    • Dictionary of Greek and Roman Geography (1854), PAE´ONES
    • Dictionary of Greek and Roman Geography (1854), PALAMNUS
    • Dictionary of Greek and Roman Geography (1854), PAROECO´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), PA´RTHIA
    • Dictionary of Greek and Roman Geography (1854), PELAGO´NIA
    • Dictionary of Greek and Roman Geography (1854), PELLA
    • Dictionary of Greek and Roman Geography (1854), PHALA´CHTHIA
    • Dictionary of Greek and Roman Geography (1854), PHY´LACE
    • Dictionary of Greek and Roman Geography (1854), PI´ERES
    • Dictionary of Greek and Roman Geography (1854), PINDUS
    • Dictionary of Greek and Roman Geography (1854), POSI´DIUM
    • Dictionary of Greek and Roman Geography (1854), PYDNA
    • Dictionary of Greek and Roman Geography (1854), PY´THIUM
    • Dictionary of Greek and Roman Geography (1854), SASO
    • Dictionary of Greek and Roman Geography (1854), SCI´ATHUS
    • Dictionary of Greek and Roman Geography (1854), SCYDRA
    • Dictionary of Greek and Roman Geography (1854), SCYROS
    • Dictionary of Greek and Roman Geography (1854), SE´PIAS
    • Dictionary of Greek and Roman Geography (1854), SINGUS
    • Dictionary of Greek and Roman Geography (1854), SINTI
    • Dictionary of Greek and Roman Geography (1854), SPERCHIAE
    • Dictionary of Greek and Roman Geography (1854), STAGEIRA or STAGEIRUS
    • Dictionary of Greek and Roman Geography (1854), STOBI
    • Dictionary of Greek and Roman Geography (1854), STRATONI´CE
    • Dictionary of Greek and Roman Geography (1854), STRYMON
    • Dictionary of Greek and Roman Geography (1854), STRYMO´NICUS SINUS
    • Dictionary of Greek and Roman Geography (1854), STYMPHA´LIS
    • Dictionary of Greek and Roman Geography (1854), TAULA´NTII
    • Dictionary of Greek and Roman Geography (1854), THEBAE PHTHIO´TIDES
    • Dictionary of Greek and Roman Geography (1854), THESSA´LIA
    • Dictionary of Greek and Roman Geography (1854), TORO´NE
    • Dictionary of Greek and Roman Geography (1854), TRACHIS
    • Dictionary of Greek and Roman Geography (1854), TRICCA
    • Dictionary of Greek and Roman Geography (1854), TYRISSA
    • Dictionary of Greek and Roman Geography (1854), XYLO´POLIS
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: