previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ μορφῆς καὶ κράσεως σωματικῆς Ἐφοδευομένης δὲ καὶ τῆς τοῦ περὶ χρόνων ζωῆς λόγου πραγματείας, λέγομεν ἀρχὴν τὴν κατὰ μέρος λαβόντες κατὰ τὴν οἰκείαν τάξιν περί τε τῆς μορφῆς καὶ τῆς σωματικῆς διατυπώσεως, ἐπειδὴ καὶ τὰ τοῦ σώματος τῶν τῆς ψυχῆς προτυποῦται κατὰ φύσιν, τοῦ μὲν σώματος διὰ τὸ ὑλικώτερον συγγεννωμένας ἔχοντος σχεδὸν τὰς τῶν ἰδιοσυγκράσεων φαντασίας, τῆς δὲ ψυχῆς μετὰ ταῦτα καὶ κατὰ μικρὸν τὰς ἀπὸ τῆς πρώτης αἰτίας ἐπιτηδειότητας ἀναδεικνυούσης, τῶν δ̓ ἐκτὸς ἔτι μᾶλλον ὕστερον κατὰ τὸν ἐφεξῆς χρόνον ἐπισυμπιπτόντων. Παρατηρητέον οὖν καθ̓ ὅλου μὲν τὸν ἀνατολικὸν ὁρίζοντα καὶ τοὺς ἐπόντας τοὺς τὴν οἰκοδεσποτίαν αὐτοῦ λαμβάνοντας τῶν πλανωμένων καθ̓ ὃν εἰρήκαμεν τρόπον, ἐπὶ μέρους δὲ καὶ τὴν σελήνην ὡσαύτως. διὰ γὰρ τῆς τῶν τόπων τούτων ἀμφοτέρων καὶ τῆς τῶν οἰκοδεσποτησάντων διαμορφωτικῆς φύσεως καὶ τῆς καθ̓ ἑκάτερον εἶδος συγκράσεως [p. 308] καὶ ἔτι τῆς τῶν συνανατελλόντων αὐτοῖς ἀπλανῶν ἀστέρων σχηματογραφίας τὰ περὶ τὰς διατυπώσεις τῶν σωμάτων θεωρεῖται, πρωτευόντων μὲν τῇ δυνάμει τῶν τὴν οἰκοδεσποτίαν ἐχόντων ἀστέρων, ἐπισυνεργούσης δὲ καὶ τῆς τῶν τόπων αὐτῶν ἰδιοτροπίας. Τὸ μέντοι καθ̓ ἕκαστον, καὶ ὡς ἄν τις ἁπλῶς οὕτως ἀποδοίη, τοῦτον ἔχει τὸν τρόπον. πρῶτον γὰρ ἐπὶ τῶν ἀστέρων μὲν τοῦ Κρόνου ἀνατολικὸς ὢν τὴν μὲν μορφὴν μελίχροας ποιεῖ καὶ εὐεκτικοὺς καὶ μελανότριχας καὶ οὐλοκεφάλους καὶ δασυστέρνους καὶ μεσοφθάλμους καὶ συμμέτρους τοῖς μεγέθεσι, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ: δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ μέλανας καὶ σπινώδεις καὶ μικροὺς καὶ ἁπλότριχας καὶ ὑποψίλους καὶ ὑπορρύθμους καὶ μελανοφθάλμους, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ. δὲ τοῦ Διὸς οἰκοδεσποτήσας τοὺς προκειμένους τόπους ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκοὺς ἐπὶ τὸ εὔχρουν καὶ μεσότριχας καὶ μεγαλοφθάλμους καὶ εὐμεγέθεις καὶ ἀξιωματικούς, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ θερμῷ καὶ ὑγρῷ. δυτικὸς δὲ ὑπάρχων τῇ μὲν χρόᾳ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως: τετανότριχάς τε καὶ ἀναφαλάκρους καὶ μεσοφαλάκρους καὶ μετρίους τοῖς [p. 310] μεγέθεσι, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ ὑγρῷ. δὲ τοῦ Ἄρεως ὁμοίως ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκερύθρους καὶ εὐμεγέθεις καὶ εὐέκτας καὶ γλαυκοφθάλμους καὶ δασεῖς καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ θερμῷ καὶ ξηρῷ. δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ ἐρυθροὺς ἁπλῶς καὶ μετρίους τοῖς μεγέθεσι καὶ μικροφθάλμους καὶ ὑποψίλους καὶ ξανθότριχας καὶ τετανούς, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ ξηρῷ. δὲ τῆς Ἀφροδίτης τὰ παραπλήσια ποιεῖ τῷ τοῦ Διός, ἐπὶ μέντοι τὸ εὐμορφότερον καὶ ἐπιχαριτώτερον καὶ γυναικοπρεπωδέστερον καὶ θηλυμορφότερον καὶ εὐχυμότερον καὶ τρυφερώτερον. ἰδίως δὲ τοὺς ὀφθαλμοὺς ποιεῖ μετὰ τοῦ εὐπρεποῦς ὑποχαροπούς. δὲ τοῦ Ἑρμοῦ ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ μελίχροας καὶ συμμέτρους τοῖς μεγέθεσι καὶ εὐρύθμους καὶ μικροφθάλμους καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ θερμῷ: δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως, τετανότριχας, μελανοχλώρους καὶ σπινοὺς καὶ ἰσχνοὺς καὶ λοξοφθάλμους τε καὶ αἰγοποὺς καὶ ὑπερύθρους, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ ξηρῷ. [p. 312] Συνεργοῦσι δ̓ ἑκάστῳ τούτων σχηματισθέντες, μὲν ἥλιος ἐπὶ τὸ μεγαλοπρεπέστερον καὶ εὐεκτικώτερον, δὲ σελήνη, καὶ μάλισθ̓ ὅταν τὴν ἀπόρροιαν αὐτῆς ἐπέχωσι, καθ̓ ὅλου μὲν ἐπὶ τὸ συμμετρώτερον καὶ ἰσχνότερον καὶ τῇ κράσει ὑγρότερον, κατὰ μέρος δ̓ ἀναλόγως τῇ τῶν φωτισμῶν ἰδιότητι κατὰ τὴν ἐν ἀρχῇ τῆς συντάξεως ἐκτεθειμένην κρᾶσιν. Πάλιν δὲ καθ̓ ὅλου ἑῷοι μὲν ὄντες καὶ φάσεις ποιησάμενοι μεγαλοποιοῦσι τὰ σώματα, στηρίζοντες δὲ τὸ πρῶτον ἰσχυρὰ καὶ εὔτονα, προηγούμενοι δὲ ἀσύμμετρα, τὸ δὲ δεύτερον στηρίζοντες ἀσθενέστερα, δύνοντες δὲ ἄδοξα μὲν παντελῶς, οἰστικὰ δὲ κακουχιῶν καὶ συνοχῶν. Καὶ τῶν τόπων δὲ αὐτῶν πρὸς τοὺς σχηματισμοὺς μάλιστα τῶν διατυπώσεων καὶ τὰς κράσεις, ὡς ἔφαμεν, συνεργούντων, καθ̓ ὅλου δὲ πάλιν τὸ μὲν ἀπὸ ἐαρινῆς ἰσημερίας ἐπὶ θερινὴν τροπὴν τεταρτημόριον ποιεῖ εὔχροας εὐμεγέθεις εὐέκτας εὐοφθάλμους, τὸ πλέον ἔχοντας ἐν τῷ ὑγρῷ [p. 314] καὶ θερμῷ: τὸ δ̓ ἀπὸ θερινῆς τροπῆς μέχρι μετοπωρινῆς ἰσημερίας μεσόχροας συμμέτρους τοῖς μεγέθεσιν εὐέκτας μεγαλοφθάλμους δασεῖς οὐλότριχας, τὸ πλέον ἔχοντας ἐν τῷ θερμῷ καὶ ξηρῷ: τὸ δ̓ ἀπὸ μετοπωρινῆς ἰσημερίας μέχρι χειμερινῆς τροπῆς μελίχροας ἰσχνοὺς σπινώδεις παθηνοὺς μεσότριχας εὐοφθάλμους, τὸ πλέον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ. τὸ δ̓ ἀπὸ χειμερινῆς τροπῆς ἕως ἐαρινῆς ἰσημερίας μελανόχροας συμμέτρους τοῖς μεγέθεσι τετανότριχας ὑποψίλους ὑπορρύθμους, τὸ πλέον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ. Κατὰ μέρος δὲ τὰ μὲν ἀνθρωποειδῆ τῶν ζῳδίων τῶν τε ἐν τῷ ζωδιακῷ καὶ τῶν ἐκτὸς εὔρυθμα καὶ σύμμετρα τοῖς σχήμασι τὰ σώματα κατασκευάζει. τὰ δ̓ ἑτερόμορφα μετασχηματίζει πρὸς τὸ τῆς ἰδίας μορφώσεως οἰκεῖον τὰς τοῦ σώματος συμμετρίας καὶ κατά τινα λόγον ἀφομοιοῖ τὰ οἰκεῖα μέρη τοῖς ἑαυτῶν, ἤτοι ἐπὶ τὸ μεῖζον καὶ ἔλαττον ἐπὶ τὸ ἰσχυρότερον καὶ ἀσθενέστερον ἐπὶ τὸ εὐρυθμώτερον καὶ ἀρρυθμώτερον: ἐπὶ τὸ μεῖζον μὲν ὡς λόγου ἕνεκεν Λέων καὶ Παρθένος καὶ Τοξότης, ἐπὶ τὸ ἔλαττον δὲ ὡς οἱ Ἰχθῦς καὶ Καρκίνος καὶ Αἰγόκερως. καὶ πάλιν ὡς τοῦ Κριοῦ καὶ τοῦ Ταύρου καὶ τοῦ Λέοντος τὰ μὲν ἄνω καὶ ἐμπρόσθια ἐπὶ τὸ εὐεκτικώτερον, τὰ δὲ κάτω καὶ ὀπίσθια ἐπὶ τὸ ἀσθενέστερον: τὸ δ̓ ἐναντίον ὡς τὸ [p. 316] τοῦ Τοξότου καὶ τοῦ Σκορπίου καὶ τῶν Διδύμων τὰ μὲν ἐμπρόσθια ἐπὶ τὸ ἰσχνότερον, τὰ δὲ ὀπίσθια ἐπὶ τὸ εὐεκτικώτερον: ὁμοίως δὲ ὡς μὲν Παρθένος καὶ αἱ Χηλαὶ καὶ Τοξότης ἐπὶ τὸ σύμμετρον καὶ εὔρυθμον, δὲ Σκορπίος καὶ οἱ Ἰχθῦς καὶ Ταῦρος ἐπὶ τὸ ἄρρυθμον καὶ ἀσύμμετρον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἅπερ ἅπαντα συνεφορῶντας καὶ συνεπικίρναντας προσήκει τὴν ἐκ τῆς κράσεως συναγομένην ἰδιοτροπίαν περί τε τὰς μορφώσεις καὶ τὰς κράσεις τῶν σωμάτων καταστοχάζεσθαι.

hide References (34 total)
  • Cross-references to this page (34):
    • Dictionary of Greek and Roman Geography (1854), ANCHI´ALE
    • Dictionary of Greek and Roman Geography (1854), ATHYRAS
    • Dictionary of Greek and Roman Geography (1854), BATHY´NIAS
    • Dictionary of Greek and Roman Geography (1854), BERGULE
    • Dictionary of Greek and Roman Geography (1854), BESSI
    • Dictionary of Greek and Roman Geography (1854), BISANTHE
    • Dictionary of Greek and Roman Geography (1854), BI´STONIS
    • Dictionary of Greek and Roman Geography (1854), CABY´LE
    • Dictionary of Greek and Roman Geography (1854), CAE´NICA
    • Dictionary of Greek and Roman Geography (1854), CORPILLI
    • Dictionary of Greek and Roman Geography (1854), CY´PSELA
    • Dictionary of Greek and Roman Geography (1854), DENTHELE´TAE
    • Dictionary of Greek and Roman Geography (1854), DEVELTUS
    • Dictionary of Greek and Roman Geography (1854), DRUSIPARA
    • Dictionary of Greek and Roman Geography (1854), DYMAE
    • Dictionary of Greek and Roman Geography (1854), HEBRUS
    • Dictionary of Greek and Roman Geography (1854), MAEDI
    • Dictionary of Greek and Roman Geography (1854), MARONEIA
    • Dictionary of Greek and Roman Geography (1854), NICO´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), PAUTA´LIA
    • Dictionary of Greek and Roman Geography (1854), PERINTHUS
    • Dictionary of Greek and Roman Geography (1854), PHILIA
    • Dictionary of Greek and Roman Geography (1854), PHILIPPO´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), PHINO´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), PLOTINO´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), SALMYDESSUS
    • Dictionary of Greek and Roman Geography (1854), SELLE´TAE
    • Dictionary of Greek and Roman Geography (1854), SELY´MBRIA
    • Dictionary of Greek and Roman Geography (1854), SE´RDICA
    • Dictionary of Greek and Roman Geography (1854), THASOS
    • Dictionary of Greek and Roman Geography (1854), THRA´CIA
    • Dictionary of Greek and Roman Geography (1854), THY´NIAS
    • Dictionary of Greek and Roman Geography (1854), TOPI´RIS
    • Dictionary of Greek and Roman Geography (1854), TRAJANO´POLIS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: