Ἔφοδος εἰς τὰς κατὰ μέρος προτελέσεις Τούτων οὕτως προεπεσκεμμένων ἀκόλουθον ἂν εἴη λοιπὸν τὰς τῶν προτελέσεων ἐφόδους κεφαλαιώδως ἐπελθεῖν, καὶ πρῶτον τῶν καθ̓ ὅλας περιστάσεις χωρῶν ἢ πόλεων λαμβανομένων. ἔσται δ̓ ὁ τρόπος τῆς ἐπισκέψεως τοιοῦτος: ἡ μὲν οὖν πρώτη καὶ ἰσχυροτάτη τῶν τοιούτων συμπτωμάτων αἰτία γίνεται παρὰ τὰς ἐκλειπτικὰς ἡλίου καὶ σελήνης συζυγίας καὶ τὰς ἐν αὐταῖς παρόδους τῶν ἀστέρων. τῆς δὲ προτελέσεως αὐτῆς τὸ μέν τί ἐστι τοπικόν, καθ̓ ὃ δεῖ προγινώσκειν ποίαις [p. 162] χώραις ἢ πόλεσιν αἱ κατὰ μέρος ἐκλείψεις ἢ καὶ τῶν πλανωμένων αἱ κατὰ καιροὺς ἔμμονοι στάσεις: αὗται δέ εἰσι Κρόνου τε καὶ Διὸς καὶ Ἄρεως, ὅταν στηρίζωσι: ποιοῦνται γὰρ τότε τὰς ἐπισημασίας: τὸ δέ τι χρονικόν, καθ̓ ὃ τὸν καιρὸν τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα δεήσει προγινώσκειν: τὸ δέ τι γενικόν, καθ̓ ὃ προσήκει λαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα: τελευταῖον δὲ τὸ εἰδικόν, καθ̓ ὃ τὴν αὐτοῦ τοῦ ἀποτελεσθησομένου ποιότητα θεωρήσομεν.