previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ τῆς ἐπὶ μέρους τῶν καταστημάτων ἐπισκέψεως Τούτων δὲ οὕτως προεκτεθειμένων αἱ κατὰ μέρος ἔφοδοι τῶν ἐπισημασιῶν περιέχουσι τὸν τρόπον τοῦτον. μία μὲν γάρ ἐστιν ὁλοσχερέστερον πρὸς τὰ τεταρτημόρια νοουμένη, καθ̓ ἣν τηρεῖν, ὡς ἔφαμεν, δεήσει τὰς γινομένας ἔγγιστα πρὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων συνόδους καὶ πανσελήνους, καὶ κατὰ τὴν μοῖραν ἤτοι συνοδικὴν πανσεληνιακὴν τὴν ἐν ἑκάστῳ τῶν ἐπιζητουμένων κλιμάτων τὰ κέντρα ὡς ἐπὶ γενέσεως διατιθέναι: ἔπειτα τοὺς οἰκοδεσπότας λαμβάνειν τοῦ τε συνοδικοῦ πανσεληνιακοῦ τόπου καὶ τοῦ ἑπομένου αὐτῷ κέντρου κατὰ τὸν ὑποδεδειγμένον ἡμῖν τρόπον ἐν τοῖς ἔμπροσθεν περὶ τῶν ἐκλείψεων, καὶ οὕτως τὸ μὲν καθ̓ ὅλου θεωρεῖν ἐκ τῆς τῶν τεταρτημορίων [p. 208] ἰδιότητος, τὸ δὲ μᾶλλον ἧττον ἐπιτάσεων καὶ ἀνέσεων ἐκ τῆς τῶν οἰκοδεσποτησάντων φύσεως διαλαμβάνοντας ποίας τε ποιότητός εἰσι καὶ ποίων καταστημάτων κινητικοί. Δευτέρα δ̓ ἐστὶν ἔφοδος μηνιαία, καθ̓ ἣν δεήσει τὰς καθ̓ ἕκαστον δωδεκατημόριον προσγινομένας συνόδους πανσελήνους κατὰ τὸν αὐτὸν τρόπον ἐπισκοπεῖν, ἐκεῖνο μόνον τηροῦντας, ἵνα συνόδου μὲν ἐμπεσούσης τῆς ἔγγιστα τοῦ παρῳχημένου τροπικοῦ ἰσημερινοῦ σημείου καὶ ταῖς μέχρι τοῦ ἐφεξῆς τεταρτημορίου συνόδοις χρησώμεθα, πανσελήνου δὲ πανσελήνοις: ἐπισκοπεῖν δὲ ὁμοίως τὰ κέντρα καὶ τοὺς οἰκοδεσπότας ἀμφοτέρων τῶν τόπων καὶ μάλιστα τὰς ἔγγιστα φάσεις συναφάς τε καὶ ἀπορροίας τῶν πλανωμένων ἀστέρων, τάς τε ἰδιότητας αὐτῶν καὶ τῶν τόπων, καὶ ποίων ἀνέμων εἰσὶ κινητικοὶ αὐτοί τε καὶ τὰ μέρη τῶν ζῳδίων καθ̓ ὧν ἂν τύχωσιν: ἔτι δὲ καὶ τὸ πλάτος τῆς σελήνης ἀνέμῳ προσνένευκε κατὰ τὴν λόξωσιν τοῦ διὰ μέσων, ὅπως ἐξ ἁπάντων τούτων κατὰ τὴν ἐπικράτησιν τὰ ὡς ἐπὶ πᾶν τῶν μηνῶν καταστήματα καὶ πνεύματα προγινώσκωμεν. Τρίτη δ̓ ἐστὶ τὸ τὰς ἔτι λεπτομερεστέρας ἐπισημασίας [p. 210] ἀνέσεων καὶ ἐπιτάσεων παρατηρεῖν. θεωρεῖται δὲ καὶ τοῦτο διά τε τῶν κατὰ μέρος τοῦ ἡλίου καὶ τῆς σελήνης συσχηματισμῶν, οὐ μόνον τῶν συνοδικῶν πανσεληνιακῶν ἀλλὰ καὶ τῶν κατὰ τὰς διχοτόμους, καταρχομένης ὡς ἐπὶ πᾶν τῆς κατὰ τὴν ἐπισημασίαν ἐναλλοιώσεως πρὸ τριῶν ἡμερῶν, ἐνίοτε δὲ καὶ μετὰ τρεῖς τῆς ἰσοστάθμου πρὸς τὸν ἥλιον ἐπιπορεύσεως, καὶ διὰ τοῦ καθ̓ ἑκάστην τῶν τοιούτων στάσεων καὶ τῶν ἄλλων, οἷον τριγώνων καὶ ἑξαγώνων, καὶ πρὸς τοὺς πλάνητας συσχηματισμοῦ. τούτων γὰρ ἀκολούθως τῇ φύσει καὶ τῆς ἐναλλοιώσεως ἰδιοτροπία καταλαμβάνεται συμφώνως ταῖς τε τῶν ἐπιθεωρούντων ἀστέρων καὶ ταῖς τῶν ζῳδίων πρός τε τὸ περιέχον καὶ τοὺς ἀνέμους φυσικαῖς συνοικειώσεσιν. Αὐτῶν δὲ τούτων τῶν κατὰ μέρος ποιοτήτων αἱ καθ̓ ἡμέραν ἐπιτάσεις ἀποτελοῦνται, μάλιστα μὲν ὅταν τῶν ἀπλανῶν οἱ λαμπρότεροι καὶ δραστικώτεροι φάσεις ἑῴας ἑσπερίας ἀνατολικὰς δυτικὰς ποιῶνται πρὸς τὸν ἥλιον: τρέπουσι γὰρ ὡς ἐπὶ πολὺ τὰς κατὰ μέρος καταστάσεις πρὸς τὰς ἑαυτῶν φύσεις, οὐδὲν δὲ ἔλαττον καὶ ὅταν τινὶ τῶν κέντρων τὰ φῶτα ἐπιπορεύηται. Πρὸς γὰρ τὰς τοιαύτας αὐτῶν σχέσεις αἱ καθ̓ ὥραν ἀνέσεις καὶ ἐπιτάσεις τῶν καταστημάτων μεταβάλλουσι, καθάπερ πρὸς τὰς τῆς σελήνης αἵ τε [p. 212] ἀμπώτεις καὶ αἱ παλίρροιαι, καὶ αἱ τῶν πνευμάτων δὲ τροπαὶ μάλιστα περὶ τὰς τοιαύτας τῶν φωτῶν κεντρώσεις ἀποτελοῦνται πρὸς οὓς ἂν τῶν ἀνέμων ἐπὶ τὰ αὐτὰ τὸ πλάτος τῆς σελήνης τὰς προσνεύσεις ποιούμενον καταλαμβάνηται. πανταχοῦ μέντοι προσήκει διαλαμβάνειν ὡς προηγουμένης μὲν τῆς καθ̓ ὅλου καὶ πρώτης ὑποκειμένης αἰτίας, ἑπομένης δὲ τῆς τῶν κατὰ μέρος ἐπισυμβαινόντων, βεβαιουμένης δὲ μάλιστα καὶ ἰσχυροποιουμένης τῆς ἐνεργείας, ὅταν οἱ τῶν καθ̓ ὅλου φύσεων οἰκοδεσποτήσαντες ἀστέρες καὶ ταῖς ἐπὶ μέρους τύχωσι συσχηματιζόμενοι.

hide References (10 total)
  • Cross-references to this page (10):
    • Dictionary of Greek and Roman Geography (1854), AUGUSTA VINDELICORUM
    • Dictionary of Greek and Roman Geography (1854), BRIGA´NTII
    • Dictionary of Greek and Roman Geography (1854), CALUCO´NES
    • Dictionary of Greek and Roman Geography (1854), LICIAS
    • Dictionary of Greek and Roman Geography (1854), PHAENIA´NA
    • Dictionary of Greek and Roman Geography (1854), RHAETIA
    • Dictionary of Greek and Roman Geography (1854), TAXGAE´TIUM
    • Dictionary of Greek and Roman Geography (1854), VE´NNONES
    • Dictionary of Greek and Roman Geography (1854), VIANA
    • Dictionary of Greek and Roman Geography (1854), VINDELI´CIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: