Περὶ τῆς μερικῆς πρὸς τὰ καταστήματα φύσεως τῶν ζῳδίων Τὸ μὲν οὖν τοῦ Κριοῦ δωδεκατημόριον καθ̓ ὅλου μέν ἐστι διὰ τὴν ἰσημερινὴν ἐπισημασίαν βροντῶδες ἢ χαλαζῶδες: κατὰ μέρος δὲ ἐν τῷ μᾶλλον καὶ ἧττον ἀπὸ τῆς τῶν κατὰ τῶν ἀπλανῶν ἀστέρων ἰδιότητος τὰ μὲν προηγούμενα αὐτοῦ ὀμβρώδη καὶ ἀνεμώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δ̓ ἑπόμενα καυσώδη καὶ λοιμικά, τὰ δὲ βόρεια καυματώδη καὶ φθαρτικά, τὰ δὲ νότια κρυσταλλώδη καὶ ὑπόψυχρα. Τὸ δὲ τοῦ Ταύρου δωδεκατημόριον καθ̓ ὅλου μέν ἐστιν ἐπισημαντικὸν ἀμφοτέρων τῶν κράσεων καὶ ὑπόθερμον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ, καὶ μάλιστα τὰ κατὰ τὴν Πλειάδα, σεισμώδη καὶ πνευματώδη καὶ ὁμιχλώδη, τὰ δὲ μέσα ὑγραντικὰ καὶ ψυχρά, τὰ δὲ ἑπόμενα κατὰ τὴν [p. 202] Ὑάδα πυρώδη καὶ κεραυνώδη καὶ ἀστραπῶν ποιητικά: τὰ δὲ βόρεια εὔκρατα, τὰ δὲ νότια κινητικὰ καὶ ἄτακτα. Τὸ δὲ τῶν Διδύμων δωδεκατημόριον καθ̓ ὅλου μέν ἐστιν εὐκρασίας ποιητικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα μεμιγμένα καὶ ἄτακτα: τὰ δὲ βόρεια πνευματώδη καὶ σεισμοποιά, τὰ δὲ νότια ξηρὰ καὶ καυσώδη. Τὸ δὲ τοῦ Καρκίνου δωδεκατημόριον καθ̓ ὅλου μέν ἐστιν εὔδιον καὶ θερμόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ κατὰ τὴν Φάτνην πνιγώδη καὶ σεισμοποιὰ καὶ ἀχλυώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἐπόμενα πνευματώδη: τὰ δὲ βόρεια καὶ τὰ νότια ἔκπυρα καὶ καυσώδη. Τὸ δὲ τοῦ Λέοντος δωδεκατημόριον καθ̓ ὅλου μέν ἐστι καυματῶδες καὶ πνιγῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ πνιγώδη καὶ λοιμικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ἔνικμα καὶ φθοροποιά: τὰ δὲ βόρεια κινητικὰ καὶ πυρώδη, τὰ δὲ νότια δίυγρα. Τὸ δὲ τῆς Παρθένου δωδεκατημόριον καθ̓ ὅλου μέν ἐστι δίυγρον καὶ βροντῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ θερμότερα καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη: τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια εὔκρατα. [p. 204] Τὸ δὲ τῶν Χηλῶν δωδεκατημόριον καθ̓ ὅλου μέν ἐστι τρεπτικὸν καὶ μεταβολικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ τὰ μέσα ἐστὶν εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη: τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ἔνικμα καὶ λοιμικά. Τὸ δὲ τοῦ Σκορπίου δωδεκατημόριον καθ̓ ὅλου μέν ἐστι βροντῶδες καὶ πυρῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ νιφετώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα σεισμώδη: τὰ δὲ βόρεια καυσώδη, τὰ δὲ νότια ἔνικμα. Τὸ δὲ τοῦ Τοξότου δωδεκατημόριον καθ̓ ὅλου μέν ἐστι πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πυρώδη: τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια κάθυγρα καὶ μεταβολικά. Τὸ δὲ τοῦ Αἰγόκερω δωδεκατημόριον καθ̓ ὅλου μέν ἐστι κάθυγρον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καυσώδη καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὄμβρων κινητικά: τὰ δὲ βόρεια καὶ τὰ νότια κάθυγρα καὶ φθαρτικά. Τὸ δὲ τοῦ Ὑδροχόου δωδεκατημόριον καθ̓ ὅλου μέν ἐστι ψυχρὸν καὶ ὑδατῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ κάθυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη: τὰ δὲ βόρεια καυσώδη, τὰ δὲ νότια νιφετώδη. Τὸ δὲ τῶν Ἰχθύων δωδεκατημόριον καθ̓ ὅλου μέν ἐστι ψυχρὸν καὶ πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ εὔκρατα, τὰ δὲ μέσα κάθυγρα, τὰ δὲ ἑπόμενα καυσώδη: τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ὑδατώδη. [p. 206]