previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ τῆς τοῦ ἔτους νουμηνίας Δεδειγμένης δὲ τῆς ἐφόδου τῆς περὶ τὰς καθ̓ ὅλου περιστάσεις χωρῶν τε καὶ πόλεων, λοιπὸν ἂν εἴη καὶ περὶ τῶν λεπτομερεστέρων ὑπομνηματίσασθαι: λέγω δὲ τῶν ἐνιαυσίως περὶ τὰς ὥρας ἀποτελουμένων, πρὸς ἢν ἐπίσκεψιν καὶ περὶ τῆς καλουμένης τοῦ ἔτους νουμηνίας ἁρμόζον ἂν εἴη προδιαλαβεῖν. ὅτι μὲν οὖν ἀρχὴν ταύτην εἶναι προσήκει τῆς τοῦ ἡλίου καθ̓ ἑκάστην περιστροφὴν ἀποκαταστάσεως, δῆλόν ἐστιν αὐτόθεν καὶ ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῆς ὀνομασίας. τίνα δ̓ ἄν τις ἀρχὴν ὑποστήσαιτο ἐν κύκλῳ μὲν αὐτὸ μόνον ἁπλῶς οὐδ̓ ἂν ἐπινοήσειεν, ἐν δὲ τῷ διὰ μέσον τῶν ζῳδίων μόνας ἂν εἰκότως ἀρχὰς λάβοι τὰ ὑπὸ τοῦ ἰσημερινοῦ καὶ τῶν τροπικῶν ἀφοριζόμενα σημεῖα, τουτέστι τά τε δύο ἰσημερινὰ καὶ τὰ δύο τροπικά. ἐνταῦθα μέντοι τις ἀπορήσειεν ἂν ἤδη, τίνι τῶν [p. 196] τεττάρων ὡς προηγουμένῳ χρήσαιτο. κατὰ μὲν οὖν τὴν ἁπλῆν καὶ κυκλικὴν φύσιν οὐδὲν αὐτῶν ἐστιν ὡς ἐπὶ μιᾶς ἀρχῆς προηγούμενον: κέχρηνται δὲ οἱ περὶ τούτων γράψαντες, ἕν τι ὑποτιθέμενοι διαφόρως, ἐκάστῳ τῶν τεττάρων ὡς ἀρχὴν κατά τινας οἰκείους λόγους καὶ φυσικὰς συμπαθείας ἐνεχθέντες. καὶ γὰρ ἔχει τι τῶν μερῶν τούτων ἕκαστον ἐξαίρετον ἀφ̓ οὗ ἂν ἀρχὴ καὶ νέον ἔτος εἰκότως νομίζοιτο: τὸ μὲν ἐαρινὸν ἰσημερινὸν διά τε τὸ πρώτως τότε μείζονα τὴν ἡμέραν τῆς νυκτὸς ἄρχεσθαι γίνεσθαι καὶ διὰ τὸ τῆς ὑγρᾶς ὥρας εἶναι, ταύτην δὲ τὴν φύσιν, ὡς καὶ πρότερον ἔφαμεν, ἀρχομέναις ταῖς γενέσεσι πλείστην ἐνυπάρχειν: τὸ δὲ θερινὸν τροπικὸν διὰ τὸ κατ̓ αὐτὸ τὴν μεγίστην ἡμέραν ἀποτελεῖσθαι, παρὰ δὲ Αἰγυπτίοις καὶ τὴν τοῦ Νείλου ἀνάβασιν καὶ κυνὸς ἄστρου ἐπιτολὴν ἐπισημαίνειν: τὸ δὲ μετοπωρινὸν ἰσημερινὸν διὰ τὸ γεγονέναι πάντων ἤδη τῶν καρπῶν συγκομιδήν, τότε δὲ ἀπ̓ ἄλλης ἀρχῆς τὸν τῶν ἐσομένων σπόρον καταβάλλεσθαι: τὸ δὲ χειμερινὸν τροπικὸν διὰ τὸ πρῶτον ἄρχεσθαι τότε τὸ μέγεθος τῆς ἡμέρας ἀπὸ μειώσεως αὔξησιν λαμβάνειν. οἰκειότερον δέ μοι δοκεῖ καὶ φυσικώτερον πρὸς τὰς ἐνιαυσίους ἐπισκέψεις ταῖς τέτταρσιν ἀρχαῖς χρῆσθαι, παρατηροῦντας [p. 198] τὰς ἔγγιστα αὐτῶν προγινομένας ἡλίου καὶ σελήνης συζυγίας συνοδικὰς πανσεληνιακάς, καὶ μάλιστα πάλιν τούτων τὰς ἐκλειπτικάς, ἴνα ἀπὸ μὲν τῆς ἐν τῇ περὶ Κριὸν ἀρχῆς τὸ ἔαρ ὁποῖον ἔσται διασκεπτώμεθα, ἀπὸ δὲ τῆς περὶ τὸν Καρκίνον τὸ θέρος, ἀπὸ δὲ τῆς περὶ τὰς Χηλὰς τὸ μετόπωρον, ἀπὸ δὲ τῆς περὶ τὸν Αἰγόκερων τὸν χειμῶνα. τὰς μὲν γὰρ καθ̓ ὅλου τῶν ὡρῶν ποιότητας καὶ καταστάσεις ἥλιος ποιεῖ, καθ̓ ἃς καὶ οἱ παντελῶς ἄπειροι μαθημάτων πρόγνωσιν ἔχουσι τοῦ μέλλοντος. Ἔτι δὲ καὶ τὰς τῶν ζῳδίων ἰδιοτροπίας εἴς τε τὰς παρασημασίας ἀνέμων τε καὶ τῶν ὁλοσχερεστέρων φύσεων παραληπτέον. τὰς δ̓ ἐν τῷ μᾶλλον ἧττον κατὰ καιροὺς ἐναλλοιώσεις καθ̓ ὅλου μὲν πάλιν αἱ περὶ τὰ προειρημένα σημεῖα γινόμεναι συζυγίαι καὶ οἱ τῶν πλανήτων πρὸς αὐτὰς σχηματισμοὶ δεικνύουσι, κατὰ μέρος δὲ καὶ αἱ καθ̓ ἕκαστον δωδεκατημόριον σύνοδοι καὶ πανσέληνοι καὶ τῶν ἀστέρων ἐπιπορεύσεις, ἢν δὴ μηνιαίαν ἐπίσκεψιν ἄν τις προσαγορεύοι. Προεκτεθῆναι δ̓ ὀφειλόντων εἰς τοῦτο καὶ τῶν ἐν μέρει κατὰ ζῴδιον πρὸς τὰ ἐνιαύσια καταστήματα τῶν φυσικῶν ἰδιωμάτων καὶ ἔτι τῶν καθ̓ ἕκαστον [p. 200] ἀστέρων, τὴν μὲν τῶν πλανήτων καὶ τῶν τῆς ὁμοίας κράσεως ἀπλανῶν πρὸς τοὺς ἀέρας τε καὶ τοὺς ἀνέμους συνοικείωσιν καὶ ἔτι τὴν τῶν ὅλων δωδεκατημορίων πρός τε τοὺς ἀνέμους καὶ τὰς ὥρας, ἕκαστα δεδηλώκαμεν ἐν τοῖς ἔμπροσθεν. ὑπόλοιπον δ̓ ἂν εἴη καὶ περὶ τῆς ἐπὶ μέρους τῶν ζῳδίων φύσεως εἰπεῖν.

hide References (43 total)
  • Cross-references to this page (43):
    • Harper's, Obringa
    • Dictionary of Greek and Roman Geography (1854), CA´RCASO
    • Dictionary of Greek and Roman Geography (1854), CARPENTORACTE
    • Dictionary of Greek and Roman Geography (1854), CAVARES
    • Dictionary of Greek and Roman Geography (1854), CITHARISTES
    • Dictionary of Greek and Roman Geography (1854), CO´MMONI
    • Dictionary of Greek and Roman Geography (1854), CYNETICUM LITTUS
    • Dictionary of Greek and Roman Geography (1854), DECIA´TES
    • Dictionary of Greek and Roman Geography (1854), DINIA
    • Dictionary of Greek and Roman Geography (1854), DUBIS
    • Dictionary of Greek and Roman Geography (1854), ELYCO´CI
    • Dictionary of Greek and Roman Geography (1854), ERNAGINUM
    • Dictionary of Greek and Roman Geography (1854), FORUM JULII
    • Dictionary of Greek and Roman Geography (1854), FOSSA MARIA´NA
    • Dictionary of Greek and Roman Geography (1854), GLANUM
    • Dictionary of Greek and Roman Geography (1854), ILLI´BERIS
    • Dictionary of Greek and Roman Geography (1854), I´NSULA
    • Dictionary of Greek and Roman Geography (1854), LERINA
    • Dictionary of Greek and Roman Geography (1854), MASSI´LIA
    • Dictionary of Greek and Roman Geography (1854), MEDULLI
    • Dictionary of Greek and Roman Geography (1854), NARBO MARTIUS
    • Dictionary of Greek and Roman Geography (1854), NEMAUSUS
    • Dictionary of Greek and Roman Geography (1854), OBRINGA
    • Dictionary of Greek and Roman Geography (1854), O´LBIA
    • Dictionary of Greek and Roman Geography (1854), OROBIS
    • Dictionary of Greek and Roman Geography (1854), PORTUS VENERIS
    • Dictionary of Greek and Roman Geography (1854), PROVI´NCIA
    • Dictionary of Greek and Roman Geography (1854), RHO´DANUS
    • Dictionary of Greek and Roman Geography (1854), RUSCINO
    • Dictionary of Greek and Roman Geography (1854), SA´LYES
    • Dictionary of Greek and Roman Geography (1854), SEGALLAUNI or SEGALAUNI
    • Dictionary of Greek and Roman Geography (1854), SE´NTII
    • Dictionary of Greek and Roman Geography (1854), STOE´CHADES
    • Dictionary of Greek and Roman Geography (1854), TAUROEIS
    • Dictionary of Greek and Roman Geography (1854), TOLO´SA
    • Dictionary of Greek and Roman Geography (1854), TRICASTI´NI
    • Dictionary of Greek and Roman Geography (1854), VALE´NTIA
    • Dictionary of Greek and Roman Geography (1854), VARUS
    • Dictionary of Greek and Roman Geography (1854), VASIO
    • Dictionary of Greek and Roman Geography (1854), VIENNA
    • Dictionary of Greek and Roman Geography (1854), VINDOMAGUS
    • Dictionary of Greek and Roman Geography (1854), VOCO´NTII
    • Dictionary of Greek and Roman Geography (1854), VOLCAE
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: