previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ ἀρρενικῶν καὶ θηλυκῶν ζῳδίων Πάλιν δὲ ὡσαύτως ἓξ μὲν τῶν δωδεκατημορίων ἀπένειμαν τῇ φύσει τῇ ἀρρενικῇ καὶ ἡμερινῇ, τὰ δὲ ἴσα τῇ θηλυκῇ καὶ νυκτερινῇ. καὶ μὲν τάξις αὐτοῖς ἐδόθη παῤ ἓν διὰ τὸ συνεζεῦχθαι καὶ ἐγγὺς ἀεὶ τυγχάνειν τήν τε ἡμέραν τῇ νυκτὶ καὶ τὸ θῆλυ τῷ ἄρρενι. τῆς δὲ ἀρχῆς ἀπὸ τοῦ Κριοῦ δἰ ἃς εἴπομεν αἰτίας λαμβανομένης, ὡσαύτως δὲ καὶ τοῦ ἄρρενος ἄρχοντος καὶ πρωτεύοντος, ἐπειδὴ καὶ τὸ ποιητικὸν ἀεὶ τοῦ παθητικοῦ πρῶτόν ἐστι τῇ δυνάμει, τὸ μὲν τοῦ Κριοῦ δωδεκατημόριον καὶ ἔτι τὸ τῶν Χηλῶν ἀρρενικὰ ἔδοξε καὶ ἡμερινά, καὶ ἅμα ἐπειδήπερ ἰσημερινὸς κύκλος δἰ αὐτῶν γραφόμενος τὴν πρώτην καὶ ἰσχυροτάτην τῶν ὅλων φορὰν ἀποτελεῖ: τὰ δὲ ἐφεξῆς αὐτῶν ἀκολούθως τῇ παῤ ἕν, ὡς ἔφαμεν, τάξει. Χρῶνται δέ τινες τῇ τάξει τῶν ἀρρενικῶν καὶ θηλυκῶν καὶ ἀπὸ τοῦ ἀνατέλλοντος δωδεκατημορίου, δὴ καλοῦσιν ὡρόσκοπον, τὴν ἀρχὴν τοῦ ἄρρενος ποιούμενοι. ὥσπερ γὰρ καὶ τὴν τῶν [p. 70] τροπικῶν ἀρχὴν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου λαμβάνουσιν ἔνιοι διὰ τὸ ταύτην τάχιον τῶν ἄλλων τρέπεσθαι, οὕτω καὶ τὴν τῶν ἀρρενικῶν ἀπὸ τοῦ ὡροσκοποῦντος διὰ τὸ ἀπηλιωτικώτερον, καὶ οἱ μὲν ὁμοίως παῤ ἓν πάλιν τῇ τάξει χρώμενοι, οἱ δὲ καθ̓ ὅλα τεταρτημόρια διαιροῦντες καὶ ἑῷα μὲν ἡγούμενοι καὶ ἀρρενικὰ τό τε ἀπὸ τοῦ ὡροσκόπου μέχρι τοῦ μεσουρανοῦντος καὶ τὸ κατ̓ ἀντίθεσιν ἀπὸ τοῦ δύνοντος μέχρι τοῦ ὑπὸ γῆν μεσουρανοῦντος, ἑσπέρια δὲ καὶ θηλυκὰ τὰ λοιπὰ δύο τεταρτημόρια. καὶ ἄλλας δέ τινας τοῖς δωδεκατημορίοις προσηγορίας ἐφήρμοσαν ἀπὸ τῶν περὶ αὐτὰ μορφώσεων: λέγω δὲ οἷον τετράποδα καὶ χερσαῖα καὶ ἡγεμονικὰ καὶ πολύσπορα καὶ τὰ τοιαῦτα: ἃς αὐτόθεν τό τε αἴτιον καὶ τὸ ἐμφανιστικὸν ἐχούσας περιττὸν ἡγούμεθα καταριθμεῖν, τῆς ἐκ τῶν τοιούτων διατυπώσεων ποιότητος ἐν αἷς ἂν τῶν προτελέσεων χρησίμη φαίνηται δυναμένης προεκτίθεσθαι. [p. 72]

hide References (5 total)
  • Cross-references to this page (5):
    • Dictionary of Greek and Roman Geography (1854), BAETIS
    • Dictionary of Greek and Roman Geography (1854), FORTUNA´TAE INSU´LAE
    • Dictionary of Greek and Roman Geography (1854), GARAMAEI
    • Dictionary of Greek and Roman Geography (1854), HECATOMPYLOS
    • Dictionary of Greek and Roman Geography (1854), IMA´US
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: