previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΦΑΕΘΩΝ.

ια. χρυσᾶ τῶν Ἡλιάδων τὰ δάκρυα: Φαέθοντι λόγος αὐτὰ ῥεῖν, τοῦτον γὰρ παῖδα Ἡλίου γενόμενον ἐπιτολμῆσαι τῷ πατρῴῳ δίφρῳ κατὰ ἔρωτα ἡνιοχήσεως καὶ μὴ κατασχόντα τὴν ἡνίαν σφαλῆναι καὶ ἐν τῷ Ἠριδανῷ πεσεῖν. ταῦτα τοῖς μὲν σοφοῖς πλεονεξία τις εἶναι δοκεῖ τοῦ πυρώδους, ποιηταῖς δὲ καὶ ζωγράφοις ἵπποι καὶ ἅρμα, καὶ συγχεῖται τὰ οὐράνια. σκόπει γάρ: νὺξ μὲν ἐκ μεσημβρίας ἐλαύνει τὴν ἡμέραν, δὲ ἡλίου κύκλος ἐς γῆν ῥέων ἕλκει τοὺς ἀστέρας. αἱ δὲ Ὧραι τὰς πύλας ἐκλιποῦσαι φεύγουσιν ἐς τὴν ἀπαντῶσαν αὐταῖς ἀχλὺν καὶ οἱ ἵπποι τῆς ζεύγλης ἐκπεσόντες οἴστρῳ φέρονται, ἀπαγορεύει δὲ Γῆ καὶ τὰς χεῖρας αἴρει ἄνω, ῥαγδαίου τοῦ πυρὸς ἐς αὐτὴν ἰόντος. ἐκπίπτει δὲ τὸ μειράκιον καὶ καταφέρεται, τήν τε γὰρ κόμην [p. 311] ἐμπέπρησται καὶ τὰ στέρνα ὑποτύφεται ποταμῷ τε Ἠριδανῷ ἐμπεσεῖται καὶ παρέξει μῦθόν τινα τῷ ὕδατι: κύκνοι γὰρ δὴ ἀναφυσῶντες ἡδὺ τὸ ἐντεῦθεν καὶ ποιήσονται ᾠδὴν τὸ μειράκιον, ἀγέλαι τε αὐτῶν ἀρθεῖσαι Καύστρῳ ταῦτα καὶ Ἴστρῳ ᾄσονται καὶ οὐδὲν ἀνήκοον ἔσται τοῦ τοιούτου λόγου, Ζεφύρῳ τε χρήσονται πρὸς τὴν ᾠδὴν ἐλαφρῷ καὶ ἐνοδίῳ, λέγεται γὰρ ξυναυλίαν τοῦ θρήνου τοῖς κύκνοις ὁμολογῆσαι. ταῦτά τοι καὶ πάρεστι τοῖς ὄρνισιν, ὥστε ὥρα καὶ ψάλλειν αὐτοὺς οἷον ὄργανα. τὰ δὲ ἐπὶ τῇ ὄχθῃ γύναια, αἳ οὔπω δένδρα, φασὶ τὰς Ἡλιάδας ἐπὶ τῷ ἀδελφῷ μεταφῦναι καὶ ἐς δένδρα λῆξαι δάκρυά τε ἀφιέναι. καὶ γραφὴ ταῦτα οἶδε: ῥίζας γὰρ βαλλομένη τοῖς σφυροῖς τὰ μὲν ἐς ὀμφαλὸν δένδρα αὗται, τὰς δὲ χεῖρας ὄζοι φθάνουσι: φεῦ τῆς κόμης, ὡς αἰγείρου πάντα. φεῦ τῶν δακρύων, ὡς χρυσᾶ, καὶ τὸ μὲν πλημμῦρον ἐν τῇ τῶν ὀφθαλμῶν ἕδρᾳ χαροπαῖς ἐπαυγάζει ταῖς κόραις καὶ οἷον ἀκτῖνα ἕλκει, τὸ δὲ ταῖς παρειαῖς ἐντυγχάνον μαρμαίρει περὶ τὸ ἐκείνῃ ἔρευθος, τὰ δὲ στάζοντα κατὰ τοῦ στέρνου χρυσὸς ἤδη. θρηνεῖ καὶ ποταμὸς ἀνέχων τῆς δίνης καὶ τῷ μὲν Φαέθοντι κόλπον ὑπέχει, τὸ γὰρ χρῶμα δεξαμένου, τὰς δὲ Ἡλιάδας γεωργήσει αὐτίκα, αὔραις γὰρ καὶ κρυμοῖς, οὓς ἀναδίδωσι, λιθουργήσει καὶ πεσόντα ὑποδέξεται καὶ διὰ φαιδροῦ τοῦ ὕδατος ἀπάξει τοῖς ἐν Ὠκεανῷ βαρβάροις τὰ τῶν αἰγείρων ψήγματα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: