previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν ἀγὼν ὑπὲρ μεγάλων σοί τε, βασιλεῦ, [p. 302] κἀμοί: σύ τε γὰρ κινδυνεύεις ὑπὲρ ὧν μήποτε αὐτοκράτωρ, εἰ πρὸς φιλοσοφίαν οὐδεμιᾷ δίκῃ διαβεβλῆσθαι δόξεις, ἐγώ τε ὑπὲρ ὧν μηδὲ Σωκράτης ποτὲ Ἀθήνησιν, ὃν οἱ γραψάμενοι τὴν γραφὴν καινὸν μὲν τὰ δαιμόνια ἡγοῦντο, δαίμονα δὲ οὔτε ἐκάλουν οὔτε ᾤοντο. κινδύνου δὲ ἐφ᾽ ἑκάτερον ἡμῶν οὕτω χαλεποῦ ἥκοντος οὐκ ὀκνήσω καὶ σοὶ ξυμβουλεύειν, ὁπόσα ἐμαυτὸν πέπεικα: ἐπειδὴ γὰρ κατέστησεν ἡμᾶς κατήγορος ἐς τουτονὶ τὸν ἀγῶνα, ἐσῆλθε τοὺς πολλοὺς οὐκ ἀληθὴς περὶ ἐμοῦ τε καὶ σοῦ δόξα: σὲ μὲν γὰρ ᾤοντο ξυμβούλῳ τῆς ἀκροάσεως ὀργῇ χρήσεσθαι, δἰ ἣν κἂν ἀποκτεῖναί με, τι ποτέ ἐστι τὸ ἀποκτεῖναι, ἐμὲ δ᾽ ἐκποιήσειν ἐμαυτὸν τοῦ δικαστηρίου τρόποις, ὁπόσοι τοῦ ἀποδρᾶναί εἰσιν, ἦσαν δ᾽, βασιλεῦ, μυρίοι: καὶ τούτων ἀκούων οὐκ ἐς τὸ προκαταγιγνώσκειν ἦλθον, οὐδὲ κατεψηφισάμην τῆς σῆς ἀκροάσεως ὡς μὴ τὸ εὐθὺ ἐχούσης, ἀλλὰ ξυνθέμενος τοῖς νόμοις ἕστηκα ὑπὸ τῷ λόγῳ. τούτου ξύμβουλος καὶ σοὶ γίγνομαι: δίκαιον γὰρ τὸ μὴ προκαταγιγνώσκειν, μηδὲ καθῆσθαι πεπεισμένον, ὡς ἐγώ τί σε κακὸν εἴργασμαι, μηδ᾽ ὑπὲρ μὲν τοῦ Ἀρμενίου τε καὶ Βαβυλωνίου καὶ ὅσοι τῶν ἐκείνῃ ἄρχουσιν, οἷς ἵππος τε παμπόλλη ἐστὶ καὶ τοξεία πᾶσα καὶ χρυσῆ γῆ καὶ ἀνδρῶν ὄχλος, ὃν ἐγὼ οἶδα, ἀκούειν ξὺν γέλωτι τὸ πείσεσθαί τι ὑπ᾽ αὐτῶν, σε καὶ τὴν ἀρχὴν ταύτην ἀφαιρήσεται, κατ᾽ ἀνδρὸς δὲ σοφοῦ καὶ γυμνοῦ πιστεύειν, ὥς ἐστι τούτῳ ὅπλον ἐπὶ τὸν Ῥωμαίων αὐτοκράτορα, καὶ προσδέχεσθαι ταῦτα Αἰγυπτίου συκοφάντου λέγοντος, μηδὲ τῆς Ἀθηνᾶς ποτε ἤκουσας, ἣν σεαυτοῦ προορᾶν φῄς, εἰ μή, νὴ Δία, κολακευτικὴ καὶ τὸ συκοφαντεῖν οὕτω τι νῦν τοῖς ἀλιτηρίοις τούτοις ἐπιδέδωκεν, ὡς τοὺς [p. 303] θεοὺς ὑπὲρ μὲν τῶν σμικρῶν καὶ ὁπόσα ὀφθαλμίαι τέ εἰσι καὶ τὸ μὴ πυρέξαι, μηδ᾽ ἀνοιδῆσαί τι τῶν σπλάγχνων, ἐπιτηδείους εἶναί σοι ξυμβούλους φάσκειν ἰατρῶν δίκην ἐφαπτομένους καὶ θεραπεύοντας, ὅτου αὐτῶν πονήρως ἔχοις, περὶ δὲ τῇ ἀρχῇ καὶ τῷ σώματι κινδυνεύοντί σοι μηθ᾽ οὓς φυλάττεσθαι χρὴ ξυμβουλεύειν μήθ᾽ τι ἔσται σοι πρὸς αὐτοὺς ὅπλον διδάσκειν ἥκοντας, ἀλλ᾽ εἶναί σοι τοὺς συκοφάντας αἰγίδα Ἀθηνᾶς καὶ Διὸς χεῖρα, εἰδέναι μὲν ὑπὲρ σοῦ φάσκοντας, μηδ᾽ οἱ θεοί, προεγρηγορότας δέ σου καὶ προκαθεύδοντας, εἰ δὴ καθεύδουσιν οὗτοι, κακοῖς, φασιν, ἐπαντλοῦντες κακὰ καὶ τὰς Ἰλιάδας ταύτας ἀεὶ ξυντιθέντες. καὶ τὸ μὲν ἱπποτροφεῖν αὐτοὺς κἀπὶ ζευγῶν ἐς τὴν ἀγορὰν ἐκκυκλεῖσθαι λευκῶν καὶ ἐν ἀργύρῳ καὶ χρυσῷ ὀψοφαγία καὶ γάμοι μυριάδων δύο καὶ τριῶν ἐωνημένα παιδικὰ καὶ τὸ μοιχεύειν μέν, ὃν λανθάνουσι χρόνον, γαμεῖν δέ, ἃς ἐμοίχευσαν, ὅταν ἐπ᾽ αὐταῖς ληφθῶσι, καὶ οἱ κροτοῦντες αὐτοὺς ἐπὶ ταῖς καλαῖς νίκαις, ἐπειδὰν φιλόσοφός τις ὕπατος ἀδικῶν οὐδὲν ἁλῷ μὲν ὑπὸ τούτων, ἀπόληται δὲ ὑπὸ σοῦ, δεδόσθω τῇ τῶν καταράτων τρυφῇ καὶ τῷ μήτε νόμων αὐτοῖς ἔτι μήτ᾽ ὀφθαλμῶν εἶναι φόβον, τὸ δ᾽ οὕτω τι ὑπὲρ τοὺς ἀνθρώπους φρονεῖν, ὡς προγιγνώσκειν βούλεσθαι τῶν θεῶν, ἐγὼ μὲν οὔτ᾽ ἐπαινῶ καὶ ἀκούων δέδια, σὺ δ᾽ εἰ προσδέξοιο, γράψονται καὶ σὲ ἴσως ὡς διαβάλλοντα τὴν περὶ τοῦ θείου δόξαν, ἐλπὶς γὰρ καὶ κατὰ σοῦ ξυγκείσεσθαι τοιαύτας γραφάς, ἐπειδὰν μηδεὶς τοῖς συκοφάνταις λοιπὸς . καὶ ξυνίημι μὲν ἐπιτιμῶν μᾶλλον ἀπολογούμενος, εἰρήσθω δέ μοι ταῦθ᾽ ὑπὲρ τῶν νόμων, οὓς εἰ μὴ ἄρχοντας ἡγοῖο, οὐκ ἄρξεις. τίς οὖν ξυνήγορος ἔσται μοι ἀπολογουμένῳ; [p. 304] εἰ γὰρ καλέσαιμι τὸν Δία, ὑφ᾽ βεβιωκὼς οἶδα, γοητεύειν με φήσουσι καὶ τὸν οὐρανὸν ἐς τὴν γῆν ἄγειν. διαλεγώμεθα οὖν περὶ τούτου ἀνδρί, ὃν τεθνάναι μὲν οἱ πολλοί φασιν, ἐγὼ δὲ οὔ φημι: ἔστι δὲ οὗτος πατὴρ σός, ἐγὼ τοσούτου ἄξιος, ὅσου περ ἐκεῖνος σοί: σὲ μὲν γὰρ ἐποίησεν, ὑπ᾽ ἐμοῦ δὲ ἐγένετο. οὗτος, βασιλεῦ, ξυλλήπτωρ ἔσται μοι τῆς ἀπολογίας πολλῷ τἀμὰ βέλτιον σὺ γιγνώσκων: ἀφίκετο μὲν γὰρ ἐς Αἴγυπτον οὔπω αὐτοκράτωρ, θεοῖς τε τοῖς ἐν Αἰγύπτῳ θύσων κἀμοὶ ὑπὲρ τῆς ἀρχῆς διαλεξόμενος. ἐντυχὼν δέ μοι κομῶντί τε καὶ ὧδε ἐσταλμένῳ οὐδὲ ἤρετο οὐδὲ ἓν περὶ τοῦ σχήματος, ἡγούμενος τὸ ἐν ἐμοὶ πᾶν εὖ ἔχειν, ἐμοῦ δ᾽ ἕνεχ᾽ ἥκειν ὁμολογήσας ἀπῆλθεν ἐπαινέσας καὶ εἰπὼν μὲν μὴ πρὸς ἄλλον, ἀκούσας δ᾽ μὴ παρ᾽ ἄλλου, τε διάνοια, ἐς τὸ ἄρχειν ἐχρῆτο, ἐρρώσθη αὐτῷ παρ᾽ ἐμοῦ μάλιστα, μεθεστηκυῖα ἤδη ὑφ᾽ ἑτέρων οὐκ ἀνεπιτηδείων μέν, οὐ μὴν σοί γε δόξαι, οἱ γὰρ μὴ ἄρχειν αὐτὸν πείθοντες καὶ σὲ δήπου αὐτὸ ἀφῃροῦντο τὸ μετ᾽ ἐκεῖνον ταῦτ᾽ ἔχειν, ἐμοῦ δὲ ξυμβουλεύοντος ἑαυτόν τε μὴ ἀπαξιοῦν ἀρχῆς ἐπὶ θύρας αὐτῷ φοιτώσης ὑμᾶς τε κληρονόμους αὐτῆς ποιεῖσθαι, εὖ ἔχειν τὴν γνώμην φήσας αὐτός τε μέγας ἤρθη καὶ ὑμᾶς ἦρεν: εἰ δὲ γόητά με ᾤετο, οὐδ᾽ ἂν ξυνῆψέ μοι κοινωνίαν φροντίδων, οὐδὲ γὰρ τοιαῦτα ἥκων διελέγετο, οἷον: ἀνάγκασον τὰς Μοίρας τὸν Δία, τύραννον ἀποφῆναί με τεράτευσαι διοσημίας ὑπὲρ ἐμοῦ δείξας τὸν ἥλιον ἀνίσχοντα μὲν ἀπὸ τῆς ἑσπέρας, δυόμενον δέ, ὅθεν ἄρχεται. οὐ γὰρ ἄν μοι ἐπιτήδειος ἄρχειν ἔδοξεν ἐμὲ ἡγούμενος ἱκανὸν ταῦτα σοφίσμασι θηρεύων ἀρχήν, ἣν ἀρεταῖς ἔδει κατακτᾶσθαι. καὶ μὴν καὶ [p. 305] δημοσίᾳ διελέχθην ἐν ἱερῷ, γοήτων δὲ ξυνουσίαι φεύγουσι μὲν ἱερὰ θεῶν, ἐχθρὰ γὰρ τοῖς περὶ τὴν τέχνην, νύκτα δὲ καὶ πᾶν, τι ἀφεγγές, αὑτῶν προβαλλόμενοι οὐ ξυγχωροῦσι τοῖς ἀνοήτοις οὐδὲ ὀφθαλμοὺς ἔχειν οὔτε ὦτα. διελέχθη μοι καὶ ἰδίᾳ μέν, παρετύγχανον δὲ ὅμως Εὐφράτης καὶ Δίων, μὲν πολεμιώτατά μοι ἔχων, δ᾽ οἰκειότατα, Δίωνα γὰρ μὴ παυσαίμην γράφων ἐν φίλοις. τίς ἂν οὖν ἐπ᾽ ἀνδρῶν σοφῶν μεταποιουμένων γε σοφίας ἐς γόητας ἔλθοι λόγους; τίς δ᾽ οὐκ ἂν παραπλησίως φυλάξαιτο καὶ ἐν φίλοις καὶ ἐν ἐχθροῖς κακὸς φαίνεσθαι; καὶ οἱ λόγοι ἦσαν ἐναντιούμενοι τοῖς γόησι: σὺ μὲν γὰρ ἴσως τὸν πατέρα ἡγῇ τὸν σεαυτοῦ βασιλείας ἐρῶντα γόησι μᾶλλον ἑαυτῷ πιστεῦσαι καὶ ἀνάγκην ἐπὶ τοὺς θεούς, ἵνα τούτου τύχοι, παρ᾽ ἐμοῦ εὑρέσθαι, δὲ τοῦτο μὲν καὶ πρὶν ἐς Αἴγυπτον ἥκειν ἔχειν ᾤετο, μετὰ ταῦτα δ᾽ ὑπὲρ μειζόνων ἐμοὶ διελέγετο, ὑπὲρ νόμων καὶ ὑπὲρ πλούτου δικαίου θεοί τε ὡς θεραπευτέοι καὶ ὁπόσα παρ᾽ αὐτῶν ἀγαθὰ τοῖς κατὰ τοὺς νόμους ἄρχουσι, μαθεῖν ἤρα: οἷς πᾶσιν ἐναντίον χρῆμα οἱ γόητες, εἰ γὰρ ἰσχύοι ταῦτα, οὐκ ἔσται τέχνη. προσήκει δέ, βασιλεῦ, κἀκεῖνα ἐπεσκέφθαι: τέχναι ὁπόσαι κατ᾽ ἀνθρώπους εἰσί, πράττουσι μὲν ἄλλο ἄλλη, πᾶσαι δ᾽ ὑπὲρ χρημάτων, αἱ μὲν σμικρῶν, αἱ δ᾽ αὖ μεγάλων, αἱ δ᾽ ἀφ᾽ ὧν θρέψονται, καὶ οὐχ αἱ βάναυσοι μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τεχνῶν σοφαί τε ὁμοίως καὶ ὑπόσοφοι πλὴν ἀληθοῦς φιλοσοφίας. καλῶ δὲ σοφὰς μὲν ποιητικὴν μουσικὴν ἀστρονομίαν σοφιστὰς καὶ τῶν ῥητόρων τοὺς μὴ ἀγοραίους, ὑποσόφους δὲ ζωγραφίαν πλαστικὴν ἀγαλματοποιοὺς κυβερνήτας γεωργούς, ἢν ταῖς ὥραις ἕπωνται, καὶ γὰρ αἵδε αἱ τέχναι σοφίας [p. 306] οὐ πολὺ λείπονται. ἔστι ῾δέ᾽ τι, βασιλεῦ, ψευδόσοφοί τε καὶ ἀγείροντες, μὴ μαντικὴν ὑπολάβῃς, πολλοῦ μὲν γὰρ ἀξία, ἢν ἀληθεύῃ, εἰ δ᾽ ἐστὶ τέχνη, οὔπω οἶδα, ἀλλὰ τοὺς γόητας ψευδοσόφους φημί: τὰ γὰρ οὐκ ὄντα εἶναι καὶ τὰ ὄντα ἀπιστεῖσθαι, πάντα ταῦτα προστίθημι τῇ τῶν ἐξαπατωμένων δόξῃ, τὸ γὰρ σοφὸν τῆς τέχνης ἐπὶ τῇ τῶν ἐξαπατωμένων τε καὶ θυομένων ἀνοίᾳ κεῖται, δὲ τέχνη φιλοχρήματοι γὰρ πάντες, γὰρ κομψεύονται, ταῦθ᾽ ὑπὲρ μισθοῦ σφισιν εὕρηται, μαστεύουσι δ᾽ ὑπερβολὰς χρημάτων ὑπαγόμενοι τοὺς ὁτουδὴ ἐρῶντας ὡς ἱκανοὶ πάντα. τίνα οὖν, βασιλεῦ, πλοῦτον περὶ ἡμᾶς ἰδὼν ψευδοσοφίαν ἐπιτηδεύειν με οἴει, καὶ ταῦτα τοῦ σοῦ πατρὸς κρείττω με ἡγουμένου χρημάτων; ὅτι δ᾽ ἀληθῆ λέγω, ποῦ μοι ἐπιστολὴ τοῦ γενναίου τε καὶ θείου ἀνδρός; ὅς με ἐν αὐτῇ ᾄδει τά τε ἄλλα καὶ τὸ πένεσθαι.’ αὐτοκράτωρ Οὐεσπασιανὸς Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν. ‘εἰ πάντες, Ἀπολλώνιε, κατὰ ταὐτά σοι φιλοσοφεῖν ἤθελον, σφόδρα ἂν εὐδαιμόνως ἔπραττε φιλοσοφία τε καὶ πενία: φιλοσοφία μὲν ἀδεκάστως ἔχουσα, πενία δὲ αὐθαιρέτως. ἔρρωσο.’ ‘Ταῦθ᾽ πατὴρ σὸς ὑπὲρ ἐμοῦ ἀπολογείσθω, φιλοσοφίας μὲν τὸ ἀδέκαστον, πενίας δὲ τὸ αὐθαίρετον ἐμοὶ ὁριζόμενος, ἐμέμνητο γάρ που καὶ τῶν κατὰ τὴν Αἴγυπτον:, ὅτ᾽ Εὐφράτης μὲν καὶ πολλοὶ τῶν προσποιουμένων φιλοσοφεῖν προσιόντες αὐτῷ χρήματα οὐδ᾽ ἀφανῶς ᾔτουν, ἐγὼ δ᾽ οὐ μόνον οὐ προσῄειν ὑπὲρ χρημάτων, ἀλλὰ κἀκείνους ἐώθουν ὡς οὐχ ὑγιαίνοντας, διεβεβλήμην δὲ πρὸς χρήματα μειράκιον ὢν ἔτι: τὰ γοῦν πατρῷα, λαμπρὰ δ᾽ ἦν οὐσία ταῦτα, μιᾶς μόνης ἰδὼν ἡμέρας ἀδελφοῖς τε [p. 307] τοῖς ἐμαυτοῦ ἀφῆκα καὶ φίλοις καὶ τῶν ξυγγενῶν τοῖς πένησι μελετῶν που ἀφ᾽ Ἑστίας τὸ μηδενὸς δεῖσθαι, ἐάσθω δὲ Βαβυλὼν καὶ Ἰνδῶν τὰ ὑπὲρ Καύκασόν τε καὶ ποταμὸν Ὕφασιν, δι᾽ ὧν ἐπορευόμην ἐμαυτῷ ὅμοιος: ἀλλὰ τῶν γε ἐνταῦθα καὶ τοῦ μὴ πρὸς ἀργύριον βλέπειν ποιοῦμαι μάρτυρα τὸν Αἰγύπτιον τοῦτον: δεινὰ γὰρ πεπρᾶχθαί τε μοι καὶ βεβουλεῦσθαι φήσας οὔθ᾽ ὁπόσων χρημάτων ἐπανούργουν ταῦτα, εἴρηκεν, οὔθ᾽ τι ἐνθυμηθεὶς κέρδος, ἀλλ᾽ οὕτως ἀνόητος αὐτῷ δοκῶ τις, ὡς γοητεύειν μέν, δ᾽ ὑπὲρ πολλῶν ἕτεροι χρημάτων, αὐτὸς ἀδικεῖν οὐδ᾽ ἐπὶ χρήμασιν, ἀγοράν, οἶμαι, προκηρύττων τοιαύτην: ἴτε, ἀνόητοι, γοητεύω γὰρ, καὶ οὐδ᾽ ὑπὲρ χρημάτων, ἀλλὰ προῖκα, κερδανεῖτε δὲ ὑμεῖς μὲν τὸ ἀπελθεῖν ἕκαστος ἔχων, ὅτου ἐρᾷ, ἐγὼ δὲ κινδύνους καὶ γραφάς. ἀλλ᾽ ἵνα μὴ ἐς ἀνοήτους ἴωμεν λόγους, ἐρώμεθα τὸν κατήγορον, ὑπὲρ ὅτου χρὴ λέγειν πρώτου. καίτοι τί χρὴ ἐρωτᾶν; διῆλθε γὰρ ὑπὲρ τῆς στολῆς τὰς ἀρχὰς τοῦ λόγου, καί, νὴ Δί᾽, ὧν σιτοῦμαί τε καὶ οὐ σιτοῦμαι. ἀπολογοῦ δὴ ὑπὲρ τούτων, θεῖε Πυθαγόρα, κρινόμεθα γὰρ ὑπὲρ ὧν σὺ μὲν εὗρες, ἐγὼ δὲ ἐπαινῶ. ἀνθρώποις γῆ φύει, βασιλεῦ, πάντα, καὶ σπονδὰς ἄγειν πρὸς τὰ ζῷα βουλομένοις δεῖ οὐδενός, τὰ μὲν γὰρ δρέπονται αὐτῆς, τὰ δ᾽ ἀροῦνται κουροτροφούσης, ὡς ταῖς ὥραις ἔοικεν, οἱ δ᾽ ὥσπερ ἀνήκοοι τῆς γῆς μάχαιραν ἐπ᾽ αὐτὰ ἔθηξαν ὑπὲρ ἐσθῆτός τε καὶ βρώσεως. Ἰνδοὶ τοίνυν Βραχμᾶνες αὐτοί τε οὐκ ἐπῄνουν ταῦτα καὶ τοὺς Γυμνοὺς Αἰγυπτίων ἐδίδασκον μὴ ἐπαινεῖν αὐτά: ἔνθεν Πυθαγόρας ἑλών, Ἑλλήνων δὲ πρῶτος ἐπέμιξεν Αἰγυπτίοις, τὰ μὲν ἔμψυχα τῇ γῇ ἀνῆκεν, δ᾽ αὐτὴ φύει, ἀκήρατα εἶναι φάσκων [p. 308] ἐσιτεῖτο, ἐπιτήδεια γὰρ σῶμα καὶ νοῦν τρέφειν, ἐσθῆτά τε, ἣν ἀπὸ θνησειδίων οἱ πολλοὶ φοροῦσιν, οὐ καθαρὰν εἶναι φήσας λίνον ἠμπίσχετο καὶ τὸ ὑπόδημα κατὰ τὸν αὐτὸν λόγον βύβλου ἐπλέξατο, ἀπέλαυσέ τε τοῦ καθαρὸς εἶναι πολλὰ μέν, πρῶτον δὲ τὸ τῆς ἑαυτοῦ ψυχῆς αἰσθέσθαι: γενόμενος γὰρ κατὰ τοὺς χρόνους, οὓς ὑπὲρ τῆς Ἑλένης Τροία ἐμάχετο, καὶ τῶν τοῦ Πάνθου παίδων κάλλιστος ὢν καὶ κάλλιστα ἐσταλμένος ἀπέθανε μὲν οὕτω νέος, ὡς καὶ Ὁμήρῳ παρασχεῖν θρῆνον, παρελθὼν δ᾽ ἐς πλείω σώματα κατὰ τὸν Ἀδραστείας θεσμόν, ὃν ψυχὴ ἐναλλάττει, πάλιν ἐπανῆλθεν ἐς ἀνθρώπου εἶδος καὶ Μνησαρχίδῃ ἐτέχθη τῷ Σαμίῳ σοφὸς ἐκ βαρβάρου καὶ Ἴων ἐκ Τρωὸς καὶ οὕτω τι ἀθάνατος, ὡς μηδ᾽ ὅτι Εὔφορβος ἦν ἐκλελῆσθαι. τὸν μὲν δὴ πρόγονον τῆς ἐμαυτοῦ σοφίας εἴρηκα καὶ τὸ μὴ αὐτὸς εὑρών, κληρονομήσας δὲ ἑτέρου ταῦτ᾽ ἔχειν. κἀγὼ μὲν οὐ κρίνω τοὺς τρυφῶντας ὑπὲρ τοῦ φοινικίου ὄρνιθος, οὐδ᾽ ὑπὲρ τοῦ ἐκ Φάσιδος Παιόνων, οὓς πιαίνουσιν ἐς τὰς αὑτῶν δαῖτας οἱ τῇ γαστρὶ χαριζόμενοι πάντα, οὐδ᾽ ἐγραψάμην πω οὐδένα ὑπὲρ τῶν ἰχθύων, οὓς ὠνοῦνται πλείονος τοὺς κοππατίας ποτὲ οἱ λαμπροί, οὐδ᾽ ἁλουργίδος ἐβάσκηνα οὐδενί, οὐδὲ Παμφύλου τινὸς μαλακῆς ἐσθῆτος, ἀσφοδέλου δέ, θεοί, καὶ τραγημάτων καὶ καθαρᾶς ὀψοφαγίας γραφὴν φεύγω, καὶ οὐδὲ ἐσθὴς ἄσυλος, ἀλλὰ κἀκείνην λωποδυτεῖ με κατήγορος ὡς πολλοῦ ἀξίαν τοῖς γόησι. καίτοι ἀφελόντι τὸν ὑπὲρ ἐμψύχων τε καὶ ἀψύχων λόγον, δι᾽ ὧν καθαρός τις μὴ δοκεῖ, τί βελτίων ὀθόνη τοῦ ἐρίου; τὸ μέν γε πρᾳοτάτου ζῴου ἐπέχθη καὶ σπουδαζομένου θεοῖς, οἳ μὴ ἀπαξιοῦσι τὸ ποιμαίνειν καί, [p. 309] νὴ Δί᾽, ἠξίωσάν ποτε αὐτὸ καὶ χρυσοῦ εἴδους θεοὶ λόγοι. λίνον δὲ σπείρεται μέν, ὡς ἔτυχε, χρυσοῦ δὲ οὐδεὶς ἐπ᾽ αὐτῷ λόγος, ἀλλ᾽ ὅμως, ἐπειδὴ μὴ ἀπ᾽ ἐμψύχου ἐδρέφθη, καθαρὸν μὲν Ἰνδοῖς δοκεῖ, καθαρὸν δὲ Αἰγυπτίοις, ἐμοὶ δὲ καὶ Πυθαγόρᾳ διὰ τοῦτο σχῆμα γέγονε διαλεγομένοις εὐχομένοις θύουσι. καθαρὸν δὲ καὶ τὸ ἐννυχεύειν ὑπ᾽ αὐτῷ, καὶ γὰρ τὰ ὀνείρατα τοῖς, ὡς ἐγώ, διαιτωμένοις ἐτυμωτέρας τὰς αὑτῶν φήμας ἄγει. ἀπολογώμεθα καὶ ὑπὲρ τῆς οὔσης ποτὲ ἡμῖν κόμης, ἐπειδή τις γραφὴ καὶ αὐχμοῦ εὕρηται, κρινέτω δὲ μὴ Αἰγύπτιος, ἀλλὰ τὰ ξανθὰ καὶ διεκτενισμένα μειράκια, τοὺς ἐραστὰς ἐξαψάμενα καὶ τὰς ἑταίρας, ἐφ᾽ ἃς κωμάζει, καὶ ἑαυτὰ μὲν εὐδαίμονα ἡγείσθω καὶ ζηλωτὰ τῆς κόμης καὶ τοῦ λειβομένου ἀπ᾽ αὐτῆς μύρου, ἐμὲ δὲ ἀναφροδισίαν πᾶσαν καὶ ἐραστὴν τοῦ μὴ ἐρᾶν. εἰρήσεται γὰρ πρὸς αὐτά: κακοδαίμονες, μὴ συκοφαντεῖτε τὸ Δωριέων εὕρεμα, τὸ γὰρ κομᾶν ἐκ Λακεδαιμονίων ἥκει κατὰ ῾τοὺσ᾽ χρόνους ἐπιτηδευθὲν αὐτοῖς, ἐς οὓς μαχιμώτατα αὑτῶν εἶχον, καὶ βασιλεὺς τῆς Σπάρτης Λεωνίδας ἐγένετο κομῶν ὑπὲρ ἀνδρείας καὶ τοῦ σεμνὸς μὲν φίλοις, φοβερὸς δὲ ἐχθροῖς φαίνεσθαι: ταῦτά τοι καὶ Σπάρτη ἐπ᾽ αὐτῷ κομᾷ μεῖον οὐδὲν ἐπὶ Λυκούργῳ τε καὶ Ἰφίτῳ. σοφοῦ δὲ ἀνδρὸς κόμης φειδέσθω σίδηρος, οὐ γὰρ θεμιτὸν ἐπάγειν αὐτόν, οὗ πᾶσαι μὲν αἰσθητηρίων πηγαί, πᾶσαι δ᾽ ὀμφαί, ὅθεν εὐχαί τε ἀναφαίνονται καὶ σοφίας ἑρμηνεὺς λόγος. Ἐμπεδοκλῆς μὲν γὰρ καὶ στρόφιον τῶν ἁλουργοτάτων περὶ αὐτὴν ἁρμόσας ἐσόβει περὶ τὰς τῶν Ἑλλήνων ἀγυιὰς ὕμνους ξυντιθείς, ὡς θεὸς ἐξ ἀνθρώπου ἔσοιτο, ἐγὼ δὲ ἠμελημένῃ κόμῃ χρώμενος καὶ οὔπω τοιῶνδε ὕμνων [p. 310] ἐπ᾽ αὐτῇ δεηθεὶς ἐς γραφὰς ἄγομαι καὶ δικαστήρια. καὶ τί φῶ τὸν Ἐμπεδοκλέα; πότερ᾽ ἑαυτὸν τὴν τῶν ἐπ᾽ αὐτοῦ ἀνθρώπων εὐδαιμονίαν ᾄδειν, παρ᾽ οἷς οὐκ ἐσυκοφαντεῖτο ταῦτα; μὴ πλείω διαλεγώμεθα ὑπὲρ τῆς κόμης, ἐτμήθη γὰρ καὶ προὔλαβε τὴν κατηγορίαν φθόνος, δι᾽ ὃν ὑπὲρ τῆς ἑτέρας αἰτίας χρὴ ἀπολογεῖσθαι χαλεπῆς οὔσης, καὶ οἵας, βασιλεῦ, μὴ σοὶ μόνον, ἀλλὰ καὶ τῷ Διὶ παρασχεῖν φόβον: φησὶ γὰρ τοὺς ἀνθρώπους θεὸν ἡγεῖσθαί με καὶ δημοσίᾳ τοῦτ᾽ ἐκφέρειν ἐμβεβροντημένους ὑπ᾽ ἐμοῦ: καίτοι καὶ πρὸ τῆς αἰτίας ἐκεῖνα διδάσκειν ἔδει, τί διαλεχθεὶς ἐγώ, τί δ᾽ οὕτω θαυμάσιον εἰπὼν πράξας ὑπηγαγόμην τοὺς ἀνθρώπους προσεύχεσθαί μοι, οὔτε γάρ, ἐς τι ἐξ ὅτου μετέβαλον μεταβαλεῖ μοι ψυχή, διελέχθην ἐν Ἕλλησι, καίτοι γιγνώσκων, οὔτε δόξας περὶ ἐμαυτοῦ τοιαύτας ἀπέστειλα, οὔτ᾽ ἐς λόγια καὶ χρησμῶν ᾠδὰς ἐξῆλθον, οἷα τῶν θεοκλυτούντων φορά, οὐδ᾽ οἶδα πόλιν οὐδεμίαν, ἐν ἔδοξε ξυνιόντας Ἀπολλωνίῳ θύειν. καίτοι πολλοῦ ἄξιος ἑκάστοις ἐγενόμην, ὁπόσα ἐδέοντό μου, ἐδέοντο δὲ τοιαῦτα: μὴ νοσεῖν οἱ νοσοῦντες, ὁσιώτεροι μύειν ὁσιώτεροι θύειν ὕβριν ἐκτετμῆσθαι νόμους ἐρρῶσθαι. μισθὸς δ᾽ ἐμοὶ μὲν τούτων ὑπῆρχε τὸ βελτίους αὐτοὺς αὑτῶν φαίνεσθαι, σοὶ δὲ ἐχαριζόμην ταῦτα: ὥσπερ γὰρ οἱ τῶν βοῶν ἐπιστάται τὸ μὴ ἀτακτεῖν αὐτὰς χαρίζονται τοῖς κεκτημένοις τὰς βοῦς καὶ οἱ τῶν ποιμνίων ἐπιμεληταὶ πιαίνουσιν αὐτὰ ἐς τὸ τῶν πεπαμένων κέρδος νόσους τε ἀφαιροῦσι μελιττῶν οἱ νομεῖς αὐτῶν, ὡς μὴ ἀπόλοιτο τῷ δεσπότῃ τὸ σμῆνος, οὕτω που καὶ ἐγὼ τὰ πολιτικὰ παύων ἐλαττώματα σοὶ διωρθούμην τὰς πόλεις, ὥστ᾽ εἰ καὶ θεὸν ἡγοῦντό με, σοὶ κέρδος ἀπάτη εἶχε, [p. 311] ξὺν προθυμίᾳ γάρ που ἠκροῶντό μου, δεδιότες πράττειν, μὴ δοκεῖ θεῷ. ἀλλ᾽ οὐχὶ τοῦτο ᾤοντο, ὅτι δ᾽ ἐστί τις ἀνθρώπῳ πρὸς θεὸν ξυγγένεια, δι᾽ ἣν μόνον ζῴων θεοὺς οἶδε, φιλοσοφεῖ δὲ καὶ ὑπὲρ τῆς ἑαυτοῦ φύσεως καὶ ὅπη μετέχει τοῦ θείου. φησὶ μὲν οὖν καὶ τὸ εἶδος αὐτὸ θεῷ ἐοικέναι, ὡς ἀγαλματοποιία ἑρμηνεύει καὶ χρώματα, τάς τε ἀρετὰς θεόθεν ἥκειν ἐπ᾽ αὐτὸν πέπεισται καὶ τοὺς μετέχοντας αὐτῶν ἀγχιθέους τε εἶναι καὶ θείους. διδασκάλους δὲ τῆς διανοίας ταύτης μὴ Ἀθηναίους καλῶμεν, ἐπειδὴ τοὺς δικαίους καὶ τοὺς Ὀλυμπίους καὶ τὰς τοιάσδε ἐπωνυμίας πρῶτοι ἔθεντο, θειοτέρας, ὡς τὸ εἰκός, οὔσας ἐπ᾽ ἀνθρώπῳ κεῖσθαι, ἀλλὰ τὸν Ἀπόλλω τὸν ἐν τῇ Πυθοῖ: ἀφίκετο μὲν γὰρ ἐς τὸ ἱερὸν αὐτοῦ Λυκοῦργος ἐκ τῆς Σπάρτης ἄρτι γεγραμμένων αὐτῷ τῶν νόμων, οἷς Λακεδαίμων τέτακται, προσειπὼν δ᾽ αὐτὸν Ἀπόλλων βασανίζει τὴν περὶ αὐτοῦ δόξαν, ἐν ἀρχῇ τοῦ χρησμοῦ φάσκων ἀπορεῖν, πότερα χρὴ θεὸν ἄνθρωπον καλεῖν, προϊὼν δὲ ἀποφαίνεται καὶ ψηφίζεται τὴν ἐπωνυμίαν ταύτην, ὡς ἀνδρὶ ἀγαθῷ. καὶ οὐδεὶς ἐπὶ τὸν Λυκοῦργον ἀγὼν ῾ἧκεν᾽ κίνδυνος ἐκ τούτων παρὰ Λακεδαιμονίοις, ὡς ἀθανατίζοντα, ἐπεὶ μὴ ἐπέπληξε τῷ Πυθίῳ προσρηθεὶς τούτοις, ἀλλὰ ξυνετίθεντο τῷ μαντείῳ, πεπεισμένοι δήπου καὶ πρὸ τοῦ χρησμοῦ ταῦτα. τὰ δὲ Ἰνδῶν καὶ Αἰγυπτίων ταῦτα: Ἰνδοὺς Αἰγύπτιοι τὰ μὲν ἄλλα συκοφαντοῦσι καὶ διαβάλλουσιν αὐτῶν τὰς ἐπὶ τοῖς πράγμασι δόξας, τὸν δὲ λόγον, ὃς ἐς τὸν δημιουργὸν τῶν ὅλων εἴρηται, οὕτω τι ἐπαινοῦσιν, ὡς καὶ ἑτέρους διδάξασθαι Ἰνδῶν ὄντα. λόγος δὲ τῆς μὲν τῶν ὅλων γενέσεώς τε καὶ οὐσίας θεὸν δημιουργὸν οἶδε, τοῦ δὲ ἐνθυμηθῆναι [p. 312] ταῦτα αἴτιον τὸ ἀγαθὸν εἶναι αὐτόν: ἐπεὶ τοίνυν ξυγγενῆ ταῦτα, ἔχομαι τοῦ λόγου καὶ φημὶ τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων θεοῦ τι ἔχειν. κόσμος δὲ μὲν ἐπὶ θεῷ δημιουργῷ κείμενος τὰ ἐν οὐρανῷ νομιζέσθω καὶ τὰ ἐν θαλάττῃ καὶ γῇ πάντα, ὧν μετουσία ἴση ἀνθρώποις, πλὴν τύχης. ἔστι δέ τις καὶ ἐπ᾽ ἀνδρὶ ἀγαθῷ κόσμος οὐχ ὑπερβάλλων τὰ σοφίας μέτρα, ὅν που καὶ αὐτός, βασιλεῦ, φήσεις ἀνδρὸς δεῖσθαι θεῷ εἰκασμένου: καὶ τί τὸ σχῆμα τοῦ κόσμου τοῦδε; αἱ ψυχαὶ ἀτακτοῦσαι μανικώτερον ἅπτονται παντὸς σχήματος, καὶ ἕωλοι μὲν αὐταῖς νόμοι, σωφροσύνη δ᾽ οὐδαμοῦ, θεῶν δὲ τιμαὶ ἄτιμοι, λαλιᾶς δ᾽ ἐρῶσι καὶ τρυφῆς, ἐξ ὧν ἀργία φύεται πονηρὰ ξύμβουλος ἔργου παντός. αἱ δὲ μεθύουσαι ψυχαὶ πηδῶσι μὲν ἐπὶ πολλά, τὸ δὲ σκίρτημα τοῦτο ἴσχει οὐδέν, οὐδ᾽ εἰ πάντα πίνοιεν, ὁπόσα, ὥσπερ μανδραγόρας, ὑπνηλὰ ἐνομίσθη. ἀλλὰ δεῖ ἀνδρός, ὃς ἐπιμελήσεται τοῦ περὶ αὐτὰς κόσμου, θεὸς ὑπὸ σοφίας ἥκων. οὑτοσὶ γὰρ ἀπόχρη αὐτὰς ἐρώτων τε ἀπάγειν, ἐφ᾽ οὓς ἀγριώτερον τῆς ξυνήθους ὁμιλίας ἐκφέρονται, καὶ φιλοχρηματίας, δι᾽ ἣν οὔπω πᾶν ἔχειν φασίν, ἐπεὶ μὴ καὶ τὸ στόμα ὑπέχουσιν ἐπιρρέοντι τῷ πλούτῳ. φόνων γὰρ ἀνασχεῖν μὲν αὐτὰς μὴ προσάπτεσθαι οὐκ ἀδύνατον ἴσως ἀνδρὶ τοιούτῳ, ἀπονῖψαι δὲ οὔτε ἐμοὶ δυνατὸν οὔτε τῷ πάντων δημιουργῷ θεῷ: ἔστω, βασιλεῦ, κατηγορία καὶ ὑπὲρ τῆς Ἐφέσου, ἐπειδὴ ἐσώθη, καὶ κρινέτω με Αἰγύπτιος, ὡς ἔστι πρόσφορον τῇ γραφῇ. ἔστι γὰρ δήπου κατηγορία τοιαύτη: περὶ Σκύθας Κελτούς, οἳ ποταμὸν Ἴστρον Ῥῆνον οἰκοῦσι, πόλις ᾤκισται μείων οὐδὲν Ἐφέσου τῆς ἐν Ἰωνίᾳ: ταύτην ὁρμητήριον βαρβάρων οὖσαν, οἳ μὴ ἀκροῶνταί σου, λοιμὸς [p. 313] μέν τις ἀπολεῖν ἔμελλεν, Ἀπολλώνιος δὲ ἰάσατο. ἔστι μὲν γάρ τις καὶ πρὸς ταῦτα ἀπολογία σοφῷ ἀνδρί, ἢν βασιλεὺς τὸ ἀντίξοον ὅπλοις, ἀλλὰ μὴ νόσοις αἱρεῖν βούληται, μὴ γὰρ ἐξαλειφθείη πόλις μηδεμία, μήτε σοί, βασιλεῦ, μήτε ἐμοί, μήτε ἴδοιμι πρὸς ἱεροῖς νόσον, δι᾽ ἣν οἱ νοσοῦντες ἐν αὐτοῖς κείσονται. ἀλλὰ μὴ ἔστω ἐν σπουδῇ τὰ βαρβάρων, μηδὲ τάττωμεν αὐτοὺς ἐς τὸ ὑγιαῖνον πολεμιωτάτους ὄντας καὶ οὐκ ἐνσπόνδους τῷ περὶ ἡμᾶς γένει. τὴν δὲ Ἔφεσον τίς ἀφαιρήσεται τὸ σώζεσθαι βεβλημένην μὲν τὰς ἀρχὰς τοῦ γένους ἐκ τῆς καθαρωτάτης Ἀτθίδος, ἐπιδεδωκυῖαν δὲ παρὰ πάσας, ὁπόσαι Ἰωνικαί τε καὶ Λύδιοι, προβεβηκυῖαν δὲ ἐπὶ τὴν θάλατταν διὰ τὸ ὑπερήκειν τῆς γῆς, ἐφ᾽ ἧς ᾠκίσθη, μεστὴν δὲ φροντισμάτων οὖσαν φιλοσόφων τε καὶ ῥητορικῶν, ὑφ᾽ ὧν πόλις οὐχ ἵππῳ, μυριάσι δὲ ἀνθρώπων ἰσχύει, σοφίαν ἐπαινοῦσα; τίς δ᾽ ἂν σοφὸς ἐκλιπεῖν σοι δοκεῖ τὸν ὑπὲρ πόλεως τοιαύτης ἀγῶνα ἐνθυμηθεὶς μὲν Δημόκριτον ἐλευθερώσαντα λοιμοῦ ποτε Ἀβδηρίτας, ἐννοήσας δὲ Σοφοκλέα τὸν Ἀθηναῖον, ὃς λέγεται καὶ ἀνέμους θέλξαι τῆς ὥρας πέρα πνεύσαντας, ἀκηκοὼς δὲ τὰ Ἐμπεδοκλέους, ὃς νεφέλης ἀνέσχε φορὰν ἐπ᾽ Ἀκραγαντίνους ῥαγείσης; ἐπικόπτει με κατήγορος: ἀκούεις γάρ που καὶ σύ, βασιλεῦ, καί φησιν, οὐκ ἐπειδὴ σωτηρίας αἴτιος Ἐφεσίοις ἐγενόμην, γράφεσθαί με, ἀλλ᾽ ἐπειδὴ προεῖπον ἐμπεσεῖσθαί σφισι τὴν νόσον, τουτὶ γὰρ ὑπὲρ σοφίαν εἶναι καὶ τερατῶδες, τῆς δ᾽ ἐπὶ τοσόνδε ἀληθείας οὐκ ἂν ἐφικέσθαι με, εἰ μὴ γόης τε ἦν καὶ ἀπόρρητος. τί οὖν ἐνταῦθα ἐρεῖ Σωκράτης ὑπὲρ ὧν ἔφασκε τοῦ δαιμονίου μανθάνειν; τί δὲ Θαλῆς τε καὶ Ἀναξαγόρας, τὼ Ἴωνε, μὲν τὴν εὐφορίαν τὴν [p. 314] τῶν ἐλαιῶν, δὲ πολλὰ τῶν οὐρανίων παθῶν προειπόντε; γοητεύοντε προειπεῖν ταῦτα; καὶ μὴν καὶ ὑπήχθησαν οὗτοι δικαστηρίοις ἐφ᾽ ἑτέραις αἰτίαις, καὶ οὐδαμοῦ τῶν αἰτιῶν εἴρηται γόητας εἶναι σφᾶς, ἐπειδὴ προγιγνώσκουσι. καταγέλαστον γὰρ τοῦτο ἐδόκει καὶ οὐδ᾽ ἐν Θετταλίᾳ πιθανὸν κατ᾽ ἀνδρῶν λέγεσθαι σοφῶν, οὗ τὰ γύναια κακῶς ἤκουεν ἐπὶ τῇ τῆς σελήνης ἕλξει. πόθεν οὖν τοῦ περὶ τὴν Ἔφεσον πάθους ᾐσθόμην; ἤκουσας μὲν καὶ τοῦ κατηγόρου εἰπόντος, ὅτι μὴ κατὰ τοὺς ἄλλους διαιτῶμαι, κἀμοὶ δὲ ὑπὲρ τῶν ἐμαυτοῦ σιτίων, ὡς λεπτὰ καὶ ἡδίω τῆς ἑτέρων συβάριδος, ἐν ἀρχῇ εἴρηται: τοῦτό μοι, βασιλεῦ, τὰς αἰσθήσεις ἐν αἰθρίᾳ τινὶ ἀπορρήτῳ φυλάττει κοὐκ ἐᾷ θολερὸν περὶ αὐτὰς οὐδὲν εἶναι, διορᾶν τε, ὥσπερ ἐν κατόπτρου αὐγῇ, πάντα γιγνόμενά τε καὶ ἐσόμενα. οὐ γὰρ περιμενεῖ γε σοφὸς τὴν γῆν ἀναθυμιῶσαν τὸν ἀέρα διεφθορότα, ἢν τὸ δεινὸν ἄνωθεν ῥέῃ, ἀλλὰ ξυνήσει αὐτῶν καὶ ἐπὶ θύραις ὄντων ὕστερον μὲν οἱ θεοί, θᾶττον δὲ οἱ πολλοί, θεοὶ μὲν γὰρ μελλόντων, ἄνθρωποι δὲ γιγνομένων, σοφοὶ δὲ προσιόντων αἰσθάνονται. λοιμῶν δ᾽ αἰτίας ἰδίᾳ, βασιλεῦ, ἐρώτα, σοφώτεραι γὰρ ἐς τοὺς πολλοὺς λέγεσθαι: ἆρ᾽ οὖν τὸ οὕτως διαιτᾶσθαι λεπτότητα μόνον ἐργάζεται τῶν αἰσθήσεων ἰσχὺν ἐπὶ τὰ μέγιστά τε καὶ θαυμασιώτατα; θεωρεῖν δ᾽ ἔξεστιν, λέγω, καὶ ἀπ᾽ ἄλλων μέν, οὐχ ἥκιστα δὲ κἀκ τῶν ἐν Ἐφέσῳ περὶ τὴν νόσον ἐκείνην πραχθέντων: τὸ γὰρ τοῦ λοιμοῦ εἶδος, πτωχῷ δὲ γέροντι εἴκαστο, καὶ εἶδον καὶ ἰδὼν εἷλον, οὐ παύσας νόσον, ἀλλ᾽ ἐξελών, ὅτῳ δ᾽ εὐξάμενος, δηλοῖ τὸ ἱερόν, ἐν Ἐφέσῳ ὑπὲρ τούτου ἱδρυσάμην, Ἡρακλέους μὲν γὰρ Ἀποτροπαίου ἐστί, ξυνεργὸν δ᾽ [p. 315] αὐτὸν εἱλόμην, ἐπειδὴ σοφός τε καὶ ἀνδρεῖος ὢν ἐκάθηρέ ποτε λοιμοῦ τὴν Ἦλιν τὰς ἀναθυμιάσεις ἀποκλύσας, ἃς παρεῖχεν γῆ κατ᾽ Αὐγέαν τυραννεύοντα. τίς ἂν οὖν σοι, βασιλεῦ, δοκεῖ φιλοτιμούμενος γόης φαίνεσθαι θεῷ ἀναθεῖναι, αὐτὸς εἴργαστο; τίνας δ᾽ ἂν κτήσασθαι θαυμαστὰς τῆς τέχνης θεῷ παρεὶς τὸ θαυμάζεσθαι; τίς δ᾽ ἂν Ἡρακλεῖ εὔξασθαι γόης ὤν; τὰ γὰρ τοιαῦτα οἱ κακοδαίμονες βόθροις ἀνατιθέασι καὶ χθονίοις θεοῖς, ὧν τὸν Ἡρακλέα ἀποτακτέον, καθαρὸς γὰρ καὶ τοῖς ἀνθρώποις εὔνους. ηὐξάμην αὐτῷ καὶ ἐν Πελοποννήσῳ ποτέ, λαμίας γάρ τι φάσμα κἀκεῖ περὶ τὴν Κόρινθον ἤλυε σιτούμενον τῶν νέων τοὺς καλούς, καὶ ξυνήρατό μοι τοῦ ἀγῶνος οὐ θαυμασίων δεηθεὶς δώρων, ἀλλὰ μελιττούτης καὶ λιβανωτοῦ καὶ τοῦ ὑπὲρ σωτηρίας τι ἀνθρώπων ἐργάσασθαι, τουτὶ γὰρ καὶ κατὰ τὸν Εὐρυσθέα μισθὸν τῶν ἄθλων ἡγεῖτο. μὴ ἄχθου, βασιλεῦ, τὰ Ἡρακλέους ἀκούων: ἔμελε γὰρ αὐτοῦ τῇ Ἀθηνᾷ, ἐπειδὴ χρηστὸς καὶ σωτήριος τοῖς ἀνθρώποις. ἀλλ᾽ ἐπεὶ κελεύεις με ὑπὲρ τῆς θυσίας ἀπολογεῖσθαι, τουτὶ γὰρ καὶ τῇ χειρὶ ἐνδείκνυσαι, ἄκουε ἀπολογίας ἀληθοῦς: ἐγὼ γὰρ πάνθ᾽ ὑπὲρ σωτηρίας τῶν ἀνθρώπων πράττων οὔπω ὑπὲρ αὐτῶν ἔθυσα, οὐδ᾽ ἂν θύσαιμι οὐδέν, οὐδ᾽ ἂν θίγοιμι ἱερῶν, ἐν οἷς αἷμα, οὐδ᾽ ἂν εὐξαίμην ἐς μάχαιραν βλέπων θυσίαν, ἥν φησιν. οὐ Σκύθην με, βασιλεῦ, ᾕρηκας, οὐδ᾽ ἐκ τῆς ἀμίκτου ποθέν, οὐδ᾽ ἐπέμιξά πω Μασσαγέταις Ταύροις, ὡς κἀκείνους ἂν τοῦ τῆς θυσίας ἔθους μετέβαλον: ἀνοίας δ᾽ ἂν ποῖ ἤλαυνον, ἵνα πλεῖστα μὲν ὑπὲρ μαντικῆς διαλεγόμενος καὶ ὅπη ἔρρωται μή, ἄριστα δ᾽ ἀνθρώπων ᾐσθημένος, ὅτι τὰς αὑτῶν βουλὰς οἱ θεοὶ τοῖς ὁσίοις τε καὶ σοφοῖς [p. 316] ἀνδράσι καὶ μὴ μαντευομένοις φαίνουσι, μιαιφονίας ἅπτωμαι καὶ σπλάγχνων ἀθύτων ἐμοὶ καὶ ἀκαλλιερήτων; ἐφ᾽ οἷς ἀπέλιπεν ἄν με καὶ τοῦ δαιμονίου ὀμφὴ μὴ καθαρὸν ὄντα. καὶ μὴν εἴ τις ἀφελὼν τὸ τῆς θυσίας μύσος ἐξετάζοι τὸν κατήγορον πρὸς μικρῷ πρόσθεν εἴρηκεν, ἀπαλλάττει με τῆς αἰτίας αὐτός, ὃν γάρ φησι προειπεῖν Ἐφεσίοις τὴν νόσον θυσίας οὐδεμιᾶς δεηθέντα, τί σφαγίων ἐδεήθην ἂν ἐφ᾽ καὶ μὴ θυσαμένῳ παρῆν εἰδέναι; μαντικῆς δὲ τί ἐδεόμην ὑπὲρ ὧν αὐτός τε ἐπεπείσμην καὶ ἕτερος; εἰ γὰρ ὑπὲρ Νερούα καὶ τῶν ἀμφ᾽ αὐτὸν κρίνομαι, λέξω πάλιν, καὶ πρώην εἶπον, ἡνίκα ᾐτιῶ ταῦτα: Νερούαν γὰρ ἄξιον μὲν ἀρχῆς ἡγοῦμαι πάσης καὶ λόγου παντὸς ἐπ᾽ εὐφημίαν ἥκοντος, ἀγωνιστὴν δὲ φροντίδων οὐ χρηστόν, καταλέλυται γὰρ τὸ σῶμα ὑπὸ τῆς νόσου, δι᾽ ἣν καὶ γνώμη μεστὴ ἄσης καὶ οὐδὲ τὰ οἴκοι ἱκανή: σὲ γοῦν ἐπαινεῖ μὲν σώματος, ἐπαινεῖ δὲ γνώμης, εἰκὸς μὲν οἶμαί τι πράττων, προθυμοτέρα γὰρ ὄντως ἀνθρωπεία φύσις ἐπαινεῖν, μὴ αὐτὴ ἔρρωται. πέπονθε δέ τι καὶ πρὸς ἐμὲ χρηστὸν Νερούας, καὶ οὔτε γελάσαντά πω αὐτὸν ἐπ᾽ ἐμοῦ οἶδα οὔτε εὐηθισάμενόν τι τῶν εἰωθότων ἐν φίλοις, ἀλλ᾽ ὥσπερ τὰ μειράκια πρὸς τοὺς πατέρας τε καὶ διδασκάλους τοὺς αὑτῶν, εὐλαβῶς μὲν φθέγγεται τὸ ἐπ᾽ ἐμοῦ πᾶν, ἐρυθριᾷ δὲ ἔτι, εἰδὼς δὲ τὸ ἐπιεικὲς ἐπαινοῦντά με οὕτω τι ἄγαν ἐπιτηδεύει αὐτό, ὡς κἀμοὶ ταπεινότερος τοῦ μετρίου φαίνεσθαι. πῶς οὖν πιθανὸν ἡγήσαιτο ἄν τις ἀρχῆς ἐπιθυμῆσαι Νερούαν ἀγαπῶντα, εἰ τῆς ἑαυτοῦ οἰκίας ἄρξοι, ὑπὲρ μεγάλων διαλέγεσθαί μοι τὸν μηδ᾽ ὑπὲρ μικρῶν τεθαρρηκότα, ξυνάπτειν ἐμοὶ γνώμην ὑπὲρ ὧν μηδὲ πρὸς ἄλλον, εἰ τοὐμὸν ἐνεθυμήθη, [p. 317] ξυνῆψεν; πῶς ἔτ᾽ ἐγὼ σοφὸς γνώμην ἑρμηνεύειν ἀνδρὸς μαντικῇ μὲν πιστεύων, ἀπιστῶν δὲ σοφίᾳ; τὸν δὲ Ὄρφιτον καὶ τὸν Ῥοῦφον, τοὺς δικαίους μὲν καὶ σώφρονας, νωθροὺς δὲ ἄνδρας, ὡς εὖ οἶδα, εἰ μὲν ὡς τυραννησείοντας διαβεβλῆσθαί φασιν, οὐκ οἶδ᾽ εἴτε τούτων πλέον διαμαρτάνουσιν, εἴτε Νερούα, εἰ δ᾽ ὡς ξυμβούλω γεγονότε, πιθανώτερος ἀρχῇ ἐπιθέσθαι Νερούας, οἵδε ξυμβουλεῦσαι; ἀλλὰ μὴν τόν γε ὑπὲρ τούτων κρίνοντα κἀκεῖνα εἰκὸς ἦν ἐνθυμεῖσθαι, τί ἐβούλετό μοι τὸ ξυλλαμβάνειν τοῖς ἐπὶ νεώτερα ἥκουσι: χρήματα μὲν γὰρ οὔ φησι παρ᾽ αὐτῶν γεγενῆσθαί μοι, οὐδὲ δώροις ἐπαρθέντα με ταῦτα εἰργάσθαι: σκεψώμεθα δέ, μὴ μεγάλων δεόμενος ἀνεβαλόμην τὰς παρ᾽ αὐτῶν εὐεργεσίας ἐς ὃν ᾤοντο ἄρξειν χρόνον, ἐν μεγάλα μὲν ἂν αἰτεῖν ὑπῆρξε, μειζόνων δ᾽ ἀξιοῦσθαι: πῶς οὖν ταῦτα ἔσται δῆλα; ἐνθυμήθητι, βασιλεῦ, σεαυτὸν καὶ τοὺς ἔτι πρὸ σοῦ ἄρχοντας, ἀδελφὸν δήπου τὸν σεαυτοῦ καὶ πατέρα Νέρωνά τε, ἐφ᾽ ὧν ἦρξαν, κατὰ τούτους γὰρ μάλιστα τοὺς βασιλέας βεβίωταί μοι ἐς τὸ φανερόν, τὸν ἄλλον χρόνον Ἰνδοῖς φοιτῶντι. τούτων δὴ τῶν ὀκτὼ καὶ τριάκοντα ἐτῶν, τοσοῦτον γὰρ τὸ ἐς σὲ μῆκος, οὔτε ἐπὶ θύρας βασιλείους ἐφοίτησα πλὴν ἐν Αἰγύπτῳ τοῦ σοῦ πατρός, ἐπεὶ μήτε βασιλεύς πω ἐτύγχανεν ὢν ὡμολόγει τε δι᾽ ἐμὲ ἥκειν, οὔτε ἀνελεύθερόν τι διελέχθην βασιλεῦσιν ὑπὲρ βασιλέων δήμοις οὔτ᾽ ἐπιστολαῖς ἐλαμπρυνάμην γραφόντων ἐμοὶ βασιλέων αὐτὸς ἐνδεικνύμενος γράφειν, οὔθ᾽ ὑπὲρ δωρεῶν κολακεύων βασιλέας ἐμαυτοῦ ἀπηνέχθην. εἰ γοῦν ἔροιό με πλουσίους ἐνθυμηθεὶς καὶ πένητας, ποτέρου τῶν ἐθνῶν τούτων ἐμαυτὸν γράφω, τῶν πλουσιωτάτων φήσω, τὸ γὰρ δεῖσθαι μηδενὸς [p. 318] ἐμοὶ Λυδία καὶ τὸ Πακτωλοῦ πᾶν. πῶς οὖν τὰς παρὰ τῶν οὔπω βασιλέων δωρεὰς ἀνεβαλλόμην ἐς ὃν ἄρξειν αὐτοὺς ᾤμην χρόνον μηδὲ τὰς παρ᾽ ὑμῶν ἑλόμενος, οἷς βέβαιον ἡγούμην τὸ ἄρχειν, βασιλειῶν μεταβολὰς ἐπενόουν μηδὲ ταῖς καθεστηκυίαις ἐς τὸ τιμᾶσθαι χρώμενος; καὶ μὴν ὁπόσα γίγνεται φιλοσόφῳ ἀνδρὶ κολακεύοντι τοὺς δυνατούς, δηλοῖ τὰ Εὐφράτου: τούτῳ γὰρ ἐντεῦθεν τί λέγω χρήματα; πηγαὶ μὲν οὖν εἰσι πλούτου, κἀπὶ τῶν τραπεζῶν ἤδη διαλέγεται κάπηλος ὑποκάπηλος τελώνης ὀβολοστάτης πάντα γιγνόμενος τὰ πωλούμενά τε καὶ πωλοῦντα, ἐντετύπωται δ᾽ ἀεὶ ταῖς τῶν δυνατῶν θύραις καὶ προσέστηκεν αὐταῖς πλείω καιρὸν οἱ θυρωροί, ἀπελήφθη δὲ καὶ ὑπὸ θυρωρῶν πολλάκις, ὥσπερ τῶν κυνῶν οἱ λίχνοι, δραχμὴν δὲ οὐδὲ φιλοσόφῳ ἀνδρὶ προέμενός ποτε ἐπιτειχίζει τὸν ἑαυτοῦ πλοῦτον ἑτέροις, τὸν Αἰγύπτιον τουτονὶ βόσκων χρήμασι καὶ ὀξύνων ἐπ᾽ ἐμὲ γλῶτταν ἀξίαν ἐκτετμῆσθαι. Εὐφράτην μὲν δὴ καταλείπω σοί, σὺ γάρ, ἢν μὴ κόλακας ἐπαινῇς, εὑρήσεις τὸν ἄνθρωπον κακίω ὧν ἑρμηνεύω, τῆς δὲ λοιπῆς ἀπολογίας ἀκροῶ: τίς οὖν αὕτη καὶ ὑπὲρ τίνων; ᾔδετό τις, βασιλεῦ, παιδὸς Ἀρκάδος ἐν τῇ κατηγορίᾳ θρῆνος, τετμῆσθαι μὲν αὐτὸν ὑπ᾽ ἐμοῦ νύκτωρ, εἰ δ᾽ ὄναρ φησίν, οὔπω οἶδα, εἶναι δὲ πατέρων τε ἀγαθῶν παῖς οὗτος καὶ τὸ εἶδος οἷοι Ἀρκάδων οἱ ἐν αὐχμῷ καλοί. τοῦτόν φασιν ἱκετεύοντά τε καὶ ὀλοφυρόμενον ἀπεσφάχθαι κἀμὲ τὰς χεῖρας ἐς τὸ τοῦ παιδὸς αἷμα βάψαντα θεοῖς ὑπὲρ ἀληθείας εὔχεσθαι. μέχρι τούτων ἐμὲ κρίνουσιν, δὲ ἐφεξῆς λόγος τῶν θεῶν ἅπτεται, φασὶ γὰρ τοὺς θεοὺς ἀκοῦσαι μὲν ὧδέ μου εὐξαμένου, δοῦναι [p. 319] δὲ ἱερὰ εὔσημα καὶ μὴ ἀποκτεῖναι ἀσεβοῦντα. τὴν μὲν οὖν ἀκρόασιν, ὡς οὐ καθαρά, τί ἄν, βασιλεῦ, λέγοιμι; ἀλλ᾽ ὑπὲρ ὧν γέ μοι ἀπολογητέα, τίς Ἀρκὰς οὗτος; εἰ γὰρ μὴ ἀνώνυμος τὰ πατέρων, μηδ᾽ ἀνδραποδώδης τὸ εἶδος, ὥρα σοι ἐρωτᾶν, τί μὲν ὄνομα τοῖς γειναμένοις αὐτόν, τίνος δὲ οἰκίας οὗτος, τίς δ᾽ ἐθρέψατο αὐτὸν ἐν Ἀρκαδίᾳ πόλις, τίνων δὲ βωμῶν ἀπαχθεὶς ἐνταῦθα ἐθύετο. οὐ λέγει ταῦτα καίτοι δεινὸς ὢν μὴ ἀληθεύειν. οὐκοῦν ὑπὲρ ἀνδραπόδου κρίνει με. γὰρ μήτ᾽ αὐτῷ ὄνομα μήθ᾽ ὧν ἔφυ:, μὴ πόλις μὴ κλῆρός ἐστιν, οὐχί, θεοί, τοῦτον ἐν ἀνδραπόδοις χρὴ τάττειν; ἀνώνυμα γὰρ πάντα. τίς οὖν κάπηλος τοῦ ἀνδραπόδου; τίς πριάμενος αὐτὸ ἐξ Ἀρκάδων; εἰ γὰρ τὸ γένος τούτων ἐπιτήδειον τῇ σφαττούσῃ μαντικῇ, πολλῶν μὲν χρημάτων εἰκὸς ἐωνῆσθαι τὸν παῖδα, πεπλευκέναι δέ τινα ἐς Πελοπόννησον, ἵν᾽ ἐνθένδε ἡμῖν ἀναχθείη Ἀρκάς, ἀνδράποδα μὲν γὰρ Ποντικὰ Λύδια ἐκ Φρυγῶν πρίαιτ᾽ ἂν κἀνταῦθά τις, ὧν γε καὶ ἀγέλαις ἐντυχεῖν ἐστιν ἅμα φοιτώσαις δεῦρο, ταυτὶ γὰρ τὰ ἔθνη καὶ ὁπόσα βαρβάρων, πάντα τὸν χρόνον ἑτέρων ἀκροώμενοι οὔπω τὸ δουλεύειν αἰσχρὸν ἡγοῦνται: Φρυξὶ γοῦν ἐπιχώριον καὶ ἀποδίδοσθαι τοὺς αὑτῶν καὶ ἀνδραποδισθέντων μὴ ἐπιστρέφεσθαι, Ἕλληνες δὲ ἐλευθερίας ἐρασταὶ ἔτι καὶ οὐδὲ δοῦλον ἀνὴρ Ἕλλην πέρα ὅρων ἀποδώσεται, ὅθεν οὐδὲ ἀνδραποδισταῖς οὔτε ἀνδραπόδων καπήλοις ἐς αὐτοὺς παριτητέα, ἐς δὲ Ἀρκαδίαν καὶ μᾶλλον, πρὸς γὰρ τῷ παρὰ πάντας ἐλευθεριάζειν Ἕλληνας δέονται καὶ ὄχλου δούλων. ἔστι δὲ πολυλήιος ῾καὶ ποώδησ᾽ Ἀρκαδία καὶ ὑλώδης οὐ τὰ μετέωρα μόνον, ἀλλὰ καὶ τὰ ἐν ποσὶ πάντα. δεῖ δὴ αὐτοῖς πολλῶν μὲν [p. 320] γεωργῶν, πολλῶν δὲ αἰπόλων συφορβῶν τε καὶ ποιμένων καὶ βουκόλων τῶν μὲν ἐπὶ βουσί, τῶν δ᾽ ἐφ᾽ ἵπποις, δρυτόμων τε δεῖται πολλῶν χώρα καὶ τοῦτο ἐκ παίδων γυμνάζονται. εἰ δὲ καὶ μὴ τοιάδε ἦν τὰ τῶν Ἀρκάδων, ἀλλ᾽ εἶχον, ὥσπερ ἕτεροι, προσαποδίδοσθαι τοὺς αὑτῶν δούλους, τί τῇ θρυλουμένῃ σοφίᾳ ξυνεβάλλετο τὸ ἐξ Ἀρκαδίας εἶναι τὸν σφαττόμενον; οὐδὲ γὰρ σοφώτατοι τῶν Ἑλλήνων Ἀρκάδες, ἵν᾽ ἑτέρου τι ἀνθρώπου πλέον περὶ τὰ λογικὰ τῶν σπλάγχνων φαίνωσιν, ἀλλὰ ἀγροικότατοι ἀνθρώπων εἰσὶ καὶ συώδεις τά τε ἄλλα καὶ τὸ γαστρίζεθαι τῶν δρυῶν. ῥητορικώτερον ἴσως ἀπολελόγημαι τοὐμοῦ τρόπου, τὰ τῶν Ἀρκάδων ἀφερμηνεύων ἤθη καὶ παριὼν ἐς Πελοπόννησον τῷ λόγῳ. γὰρ ἐμοὶ προσήκουσα ἀπολογία τίς; οὐκ ἔθυσα οὐ θύω οὐ θιγγάνω αἵματος, οὐδ᾽ εἰ βώμιον αὐτὸ εἴη, Πυθαγόρας τε γὰρ ὧδε ἐγίγνωσκεν οἵ τε ἀπ᾽ αὐτοῦ παραπλησίως, καὶ κατ᾽ Αἴγυπτον δὲ οἱ Γυμνοὶ καὶ Ἰνδῶν οἱ σοφοί, παρ᾽ ὧν καὶ τοῖς ἀμφὶ Πυθαγόραν αἱ τῆς σοφίας ἀρχαὶ ἐφοίτησαν. κατὰ ταῦτα θύοντες οὐ δοκοῦσιν ἀδικεῖν τοῖς θεοῖς, ἀλλὰ γηράσκειν τε αὐτοῖς ξυγχωροῦσιν ἀρτίοις τὰ σώματα καὶ ἀνόσοις, καὶ σοφωτέροις ἀεὶ δοκεῖν μὴ τυραννεύεσθαι μηδενὸς δεῖσθαι. καὶ οὐκ ἀπεικός, οἶμαι, ἀγαθῶν δεῖσθαι σφᾶς ὑπὲρ καθαρῶν θυμάτων. δοκῶ γάρ μοι καὶ τοὺς θεοὺς τὸν αὐτὸν ἐμοὶ νοῦν ὑπὲρ θυσιῶν ἔχοντας τὰ λιβανοφόρα τῆς γῆς ἐν καθαρῷ τῆς οἰκουμένης ἐκφυτεύειν, ἵν᾽ ἀπ᾽ αὐτῶν θύοιμεν μὴ σιδηροφοροῦντες ἐν ἱεροῖς, μηδ᾽ αἷμα ἐς βωμοὺς ῥαίνοντες. ἐγὼ δ᾽, ὡς ἔοικεν, ἐμαυτοῦ καὶ τῶν θεῶν ἐκλαθόμενος ἔθυον τρόπον, ὃν μήτ᾽ αὐτὸς εἴωθα μήτε τις ἀνθρώπων θύοι. ἀπαλλαττέτω με τῆς αἰτίας [p. 321] καὶ καιρός, ὃν εἴρηκεν κατήγορος: τὴν γὰρ ἡμέραν ἐκείνην, ἐν ταῦτα εἰργάσθαι μοί φησιν, εἰ μὲν ἐγενόμην ἐν ἀγρῷ, ἔθυσα, εἰ δὲ ἔθυσα, καὶ ἔφαγον. εἶτά με, βασιλεῦ, θαμινὰ ἐρωτᾷς, εἰ μὴ ἐπεχωρίαζον τῇ Ῥώμῃ τότε; καὶ σύ, βέλτιστε βασιλέων, ἐπεχωρίαζες, ἀλλ᾽ οὐκ ἂν εἴποις θῦσαι τοιαῦτα, καὶ συκοφάντης, ἀλλ᾽ οὐχ ὁμολογήσει τὰ τῶν ἀνδροφόνων πράττειν, εἰ κατὰ τὴν Ῥώμην διῃτᾶτο, καὶ μυριάδες ἀνθρώπων, ἃς βέλτιον ξενηλατεῖν ὑπάγειν γραφαῖς, ἐν αἷς τεκμήριον ἀδικημάτων ἔσται τὸ ἐνταῦθα εἶναι. καίτοι τὸ ἐς τὴν Ῥώμην ἥκειν καὶ παραιτεῖται τάχα τῆς τοῦ νεώτερα πράττειν δοκεῖν αἰτίας, τὸ γὰρ ἐν πόλει ζῆν, ἐν πάντες μὲν ὀφθαλμοί, πᾶσα δὲ ἀκρόασις ὄντων τε καὶ οὐκ ὄντων, οὐ ξυγχωρεῖ νεωτέρων ἅπτεσθαι τοῖς γε μὴ λίαν θανατῶσι, τοὺς δ᾽ εὐλαβεστέρους τε καὶ σώφρονας βραδέως ἄγει καὶ ἐφ᾽ ἔξεστι. τί οὖν, συκοφάντα, κατὰ τὴν νύκτα ἐκείνην ἔπραττον; εἰ μὲν ὡς σεαυτὸν ἐρωτᾷς, ἐπειδὴ καὶ σὺ ἐρωτᾶν ἥκεις, ἀγῶνας ἡτοίμαζον καὶ κατηγορίας ἐπ᾽ ἄνδρας χρηστοὺς καὶ ἀπολέσαι τοὺς οὐκ ἀδικοῦντας καὶ πεῖσαι τὸν βασιλέα μὴ ἀληθῆ λέγων, ἵν᾽ ἐγὼ μὲν εὐδοκιμοίην, μιαίνοιτο δὲ οὗτος, εἰ δ᾽ ὡς φιλοσόφου πυνθάνῃ, τὸν Δημοκρίτου ἐπῄνουν γέλωτα, ὃν ἐς πάντα τὰ τῶν ἀνθρώπων γελᾷ, εἰ δ᾽ ὡς ἐμοῦ, Φιλίσκος Μηλιεὺς ἐτῶν ξυμφιλοσοφήσας ἐμοὶ τεττάρων ἐνόσει τότε, καὶ παρ᾽ αὐτῷ ἀπεκάθευδον οὕτω διακειμένῳ χαλεπῶς, ὡς καὶ ἀποθανεῖν ὑπὸ τῆς νόσου. καίτοι πολλὰς ἂν ηὐξάμην ἴυγγας ὑπὲρ τῆς ἐκείνου ψυχῆς γενέσθαι μοι, καί, νὴ Δί᾽, εἴ τινες Ὀρφέως εἰσὶν ὑπὲρ τῶν ἀποθανόντων μελῳδίαι, μηδ᾽ ἐκείνας ἀγνοῆσαι, καὶ γὰρ ἄν μοι δοκῶ καὶ ὑπὸ τὴν γῆν πορευθῆναι [p. 322] δἰ αὐτόν, εἰ ἐφικτὰ ἦν ταῦτα: οὕτω με ἀνήρτητο πᾶσιν οἷς φιλοσόφως τε καὶ κατὰ τὸν ἐμὸν νοῦν ἔπραττε. ταῦτ᾽ ἔστι μέν σοι, βασιλεῦ, καὶ Τελεσίνου ἀκοῦσαι τοῦ ὑπάτου, παρῆν γὰρ κἀκεῖνος τῷ Μηλιεῖ, θεραπεύων αὐτὸν νύκτωρ, ὁπόσα ἐγώ. εἰ δὲ Τελεσίνῳ ἀπιστεῖς, ἐπειδὴ τῶν φιλοσοφούντων ἐστί, καλῶ τοὺς ἰατροὺς μάρτυρας, εἰσὶ δ᾽ οὗτοι Σέλευκός τε ἐκ Κυζίκου καὶ Στρατοκλῆς Σιδώνιος: τούτους ἐρώτα, εἰ ἀληθῆ λέγω: καὶ μαθηταὶ δ᾽ αὐτοῖς ὑπὲρ τοὺς τριάκοντα εἵποντο, τῶν αὐτῶν δήπου μάρτυρες, τὸ γὰρ προκαλεῖσθαι δεῦρο τοὺς τῷ Φιλίσκῳ προσήκοντας ἀναβολὰς ἴσως ἡγήσῃ τῆς δίκης, ἐπειδὴ αὐτίκα τῆς Ῥώμης ἀπῆραν ἐς τὰ Μηλιέων ἤθη κατὰ ὁσίαν τοῦ νεκροῦ. ἴτε, μάρτυρες, καὶ γὰρ δὴ καὶ παρήγγελται ὑμῖν ὑπὲρ τούτου: ΜΑΡΤΥΡΕΣ. παρ᾽ ὅσον μὲν τοίνυν τῆς ἀληθείας γραφὴ ξυνετέθη, δηλοῖ σαφῶς μαρτυρία τῶν ἀνδρῶν, οὐ γὰρ ἐν προαστείοις, ἀλλ᾽ ἐν ἄστει, οὐκ ἔξω τείχους, ἀλλ᾽ ἐπ᾽ οἰκίας, οὐδὲ παρὰ Νερούᾳ, παρὰ Φιλίσκῳ δέ, οὐδὲ ἀποσφάττων, ἀλλ᾽ ὑπὲρ ψυχῆς εὐχόμενος, οὐδ᾽ ὑπὲρ βασιλείας, ἀλλ᾽ ὑπὲρ φιλοσοφίας, οὐδ᾽ ἀντὶ σοῦ χειροτονῶν νεώτερον, ἀλλ᾽ ἄνδρα σώζων ἐμαυτῷ ὅμοιον. τί οὖν Ἀρκὰς ἐνταῦθα; τί δ᾽ οἱ τῶν σφαγίων μῦθοι; τί δὲ τὸ τὰ τοιαῦτα πείθειν; ἔσται γάρ ποτε καὶ μὴ γέγονεν, ἂν ὡς γεγονὸς κριθῇ: τὸ δ᾽ ἀπίθανον τῆς θυσίας, βασιλεῦ, ποῖ τάξεις; ἐγένοντο μὲν γὰρ καὶ πρότερον σφαγίων μάντεις ἀγαθοὶ τὴν τέχνην καὶ οἷοι ὀνομάσαι, Μεγιστίας ἐξ Ἀκαρνανίας, Ἀρίστανδρος ἐκ Λυκίας, Ἀμπρακία δὲ Σιλανὸν ἤνεγκε, καὶ ἐθύοντο μὲν Ἀκαρνὰν Λεωνίδᾳ βασιλεῖ Σπάρτης, δὲ Λύκιος Ἀλεξάνδρῳ τῷ Μακεδόνι, Σιλανὸς δὲ Κύρῳ [p. 323] βασιλείας ἐρῶντι, καὶ εἴ τι ἐν ἀνθρώπου σπλάγχνοις σαφέστερον σοφώτερον ἐτυμώτερον ἀπέκειτο, οὐκ ἄπορος ἦν θυσία, βασιλέων γε προϊσταμένων αὐτῆς, οἷς πολλοὶ μὲν ἦσαν οἰνοχόοι, πολλὰ δ᾽ αἰχμάλωτα, παρανομίαι δ᾽ ἀκίνδυνοι καὶ φόβος οὐδεὶς κατηγορίας, εἴ τι ἔσφαττον: ἀλλ᾽, οἶμαι, παρίστατο τοῖς ἀνδράσιν, κἀμοὶ νῦν κινδυνεύοντι ὑπὲρ τοιούτων, ὅτι τὰ μὲν ἄλογα τῶν ζῴων εἰκός, ἐπειδὴ ἐν ἀγνοίᾳ τοῦ θανάτου σφάττεται, μὴ θολοῦσθαί τι τῶν σπλάγχνων ὑπὸ ἀξυνεσίας ὧν πείσονται: ἄνθρωπον δὲ ἀεί τι ἐν τῇ ψυχῇ ἔχοντα θανάτου καὶ μήπω ἐφεστηκότος δεῖμα πῶς εἰκὸς παρόντος ἤδη καὶ ἐν ὀφθαλμοῖς ὄντος δεῖξαί τι ἐπὶ τῶν σπλάγχνων μαντικὸν ὅλως εὔθυτον; ὅτι δὲ ὀρθῶς τε καὶ κατὰ φύσιν στοχάζομαι τούτων, σκόπει, βασιλεῦ, ὧδε: τὸ ἧπαρ, ἐν φασι τὸν τῆς αὐτῶν μαντικῆς εἶναι τρίποδα οἱ δεινοὶ ταῦτα, ξύγκειται μὲν οὐ καθαροῦ αἵματος, πᾶν γάρ, τι ἀκραιφνές, καρδία ἴσχει δι᾽ αἱματηρῶν φλεβῶν ἀποχετεύουσα ἐς πᾶν τὸ σῶμα, χολὴν δ᾽ ἐπὶ ἥπατι κειμένην ὀργὴ μὲν ἀνίστησι, φόβοι δὲ ὑπάγουσιν ἐς τὰ κοῖλα τοῦ ἥπατος. ὑπὸ μὲν δὴ τῶν παροξυνόντων ζέουσα καὶ μηδὲ τῷ ἑαυτῆς ἀγγείῳ φορητὸς οὖσα ὑπτίῳ ἐπιχεῖται τῷ ἥπατι, καθ᾽ ἐπέχει χολὴ πᾶσα τὰ λεῖά τε καὶ μαντικὰ τοῦ σπλάγχνου, ὑπὸ δὲ τῶν δειματούντων ξυνιζάνουσα ξυνεπισπᾶται καὶ τὸ ἐν τοῖς λείοις φῶς, ὑπονοστεῖ γὰρ τότε καὶ τὸ καθαρὸν τοῦ αἵματος, ὑφ᾽ οὗ σπληνοῦται τὸ ἧπαρ, ὑποτρέχοντος φύσει τὸν περὶ αὐτὸ ὑμένα καὶ τῷ πηλώδει ἐπιπολάζοντος. τί οὖν, βασιλεῦ, τῆς μιαιφονίας ἔργον, εἰ ἄσημα τὰ ἱερὰ ἔσται; ἄσημα δ᾽ αὐτὰ ἀνθρωπεία φύσις ἐργάζεται ξυνιεῖσα τοῦ θανάτου καὶ αὐτοὶ οἱ ἀποθνήσκοντες, οἱ [p. 324] μὲν γὰρ εὔψυχοι ξὺν ὀργῇ τελευτῶσιν, οἱ δ᾽ ἀθυμότεροι ξὺν δέει. ἔνθεν τέχνη παρὰ τοῖς οὐκ ἀνεπιστήμοσι βαρβάροις χιμαίρας μὲν καὶ ἄρνας ἐπαινεῖ σφάττειν, ἐπειδὴ εὐήθη τὰ ζῷα καὶ οὐ πόρρω ἀναισθήτων, ἀλεκτρυόνας δὲ καὶ σῦς καὶ ταύρους, ἐπειδὴ θυμοειδῆ ταῦτα, οὐκ ἀξιοῖ τῶν ἑαυτῆς ἀπορρήτων. ξυνίημι, βασιλεῦ, παροξύνων τὸν κατήγορον, ἐπειδὴ σοφώτερόν σε ἀκροατὴν εἴργασμαι, καί μοι δοκεῖς καὶ προσέχειν τῷ λόγῳ: εἰ δὲ μὴ σαφῶς τι αὐτοῦ φράζοιμι, ξυγχωρῶ σοι ἐρωτᾶν με. εἴρηταί μοι τὰ πρὸς τὴν τοῦ Αἰγυπτίου γραφήν: ἐπεὶ δ᾽ , οἶμαι, χρὴ μηδὲ τὰς Εὐφράτου διαβολὰς ὑπερορᾶσθαι, σύ, βασιλεῦ, δικάζοις, ὁπότερος ἡμῶν φιλοσοφεῖ μᾶλλον: οὐκοῦν μὲν ἀγωνίζεται μὴ τἀληθῆ περὶ ἐμοῦ λέγειν, ἐγὼ δ᾽ οὐκ ἀξιῶ, καὶ μέν σε ἡγεῖται δεσπότην, ἐγὼ δ᾽ ἄρχοντα, καὶ μὲν ξίφος ἐπ᾽ ἐμέ σοι δίδωσιν, ἐγὼ δὲ λόγον. ἀλλ᾽ ὑπὲρ ὧν γε διαβέβληκεν, οἱ λόγοι εἰσίν, οὓς ἐν Ἰωνίᾳ εἶπον, φησὶ δ᾽ αὐτοὺς οὐκ ἐς τὸ σοὶ ξυμφέρον ὑπ᾽ ἐμοῦ εἰρῆσθαι. καίτοι τὰ μὲν λεχθέντα ἦν ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης, παράδειγμα δ᾽ ἐγίγνετό μοι τοῦ λόγου τὰ τῶν βασιλέων πράγματα, ἐπειδὴ μέγιστα τῶν ἀνθρωπείων δοκεῖ τὰ ὑμέτερα, Μοιρῶν τε ἰσχὺν ἐφιλοσόφουν καὶ τὸ οὕτως ἄτρεπτα εἶναι, κλώθουσιν, ὡς, εἰ καὶ βασιλείαν τῳ ψηφίσαιντο ἑτέρῳ δὴ ὑπάρχουσαν, δ᾽ ἀποκτείνειε τοῦτον, ὡς μὴ ἀφαιρεθείη ποτὲ ὑπ᾽ αὐτοῦ τὸ ἄρχειν, κἂν ἀναβιοίη ἀποθανὼν ὑπὲρ τῶν δοξάντων ταῖς Μοίραις. τὰς γὰρ ὑπερβολὰς τῶν λόγων ἐσαγόμεθα διὰ τοὺς τοῖς πιθανοῖς ἀπειθοῦντας, ὥσπερ ἂν εἰ καὶ τοιόνδε ἔλεγον: ὅτῳ πέπρωται γενέσθαι τεκτονικῷ, οὗτος, κἂν ἀποκοκῇ τὼ χεῖρε, τεκτονικὸς ἔσται, καὶ ὅτῳ νίκην ἐν Ὀλυμπίᾳ [p. 325] δρόμου ἄρασθαι, οὗτος, οὐδ᾽ εἰ πηρωθείη τὸ σκέλος, ἁμαρτήσεται τῆς νίκης, καὶ ὅτῳ ἔνευσαν Μοῖραι τὸ ἐν τοξείᾳ κράτος, οὗτος, οὐδ᾽ εἰ ἀποβάλοι τὰς ὄψεις, ἐκπεσεῖται τοῦ σκοποῦ τὰ δὲ τῶν βασιλέων ἔλεγον ἐς τοὺς Ἀκρισίους δήπου ὁρῶν καὶ τοὺς Λαίους Ἀστυάγη τε τὸν Μῆδον καὶ πολλοὺς ἑτέρους εὖ τίθεσθαι τὰ αὑτῶν ἐν ἀρχῇ δόξαντας, ὧν οἱ μὲν παῖδας, οἱ δὲ ἐκγόνους ἀποκτείνειν οἰηθέντες ἀφῃρέθησαν ὑπ᾽ αὐτῶν τὸ βασιλεύειν ἀναφύντων ἐξ ἀφανοῦς ξὺν τῷ πεπρωμένῳ. καὶ εἰ μὲν ἠγάπων κολακευτικήν, εἶπον ἂν καὶ τὰ σὰ ἐντεθυμῆσθαι, ὅτε ἀπείληψο μὲν ὑπὸ Βιτελίου ἐνταῦθα, κατεπίμπρατο δὲ νεὼς τοῦ Διὸς περὶ τὰς ὀφρῦς τοῦ ἄστεος, δ᾽ εὖ κείσεσθαι τὸ ἑαυτοῦ ἔφασκεν, εἰ μὴ διαφύγοις αὐτόνκαίτοι μειράκιον ἱκανῶς ἦσθα καὶ οὔπω οὗτοςἀλλ᾽ ὅμως, ἐπειδὴ Μοίραις ἐδόκει ἕτερα, μὲν ἀπώλετο αὐταῖς βουλαῖς, σὺ δὲ τἀκείνου νῦν ἔχεις. ἐπεὶ δ᾽ ἁρμονίᾳ κολακευτικῇ ἄχθομαι, δοκεῖ γάρ μοι τῶν ἐκρύθμων τε καὶ οὐκ εὐφθόγγων εἶναι, τεμνέσθω μοι ἥδε νευρὰ καὶ μηδὲν ἡγοῦ τῶν σῶν ἐντεθυμῆσθαί με, ἀλλὰ διειλέχθαι μόνα τὰ ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης, ταυτὶ γάρ φησιν εἰρῆσθαί μοι ἐπὶ σέ. καίτοι τὸν λόγον τοῦτον ἀνέχονται μὲν καὶ οἱ πολλοὶ τῶν θεῶν, οὐκ ἄχθεται δὲ οὐδὲ Ζεὺς ἀκούων καὶ ταῦτα τῶν ποιητῶν ἐν τοῖς Λυκίοις λόγοις

ᾤμοι ἐγών, ὅτε μοι Σαρπηδόνα
καὶ τοιαῦτ᾽ ἐς αὐτὸν ᾀδόντων, ἐν οἷς τοῦ υἱέος ἐξίστασθαί φησι ταῖς Μοίραις, λεγόντων τε αὖ ἐν ψυχοστασίᾳ, ὅτι Μίνω τὸν ἀδελφὸν τοῦ Σαρπηδόνος ἀποθανόντα χρυσῷ μὲν σκήπτρῳ ἐτίμησε καὶ δικάζειν ἔταξεν ἐν τῇ τοῦ Αἰδωνέως ἀγορᾷ, Μοιρῶν δ᾽ [p. 326] οὐ παρῃτήσατο. σὺ δ᾽, βασιλεῦ, τοῦ χάριν ἄχθῃ τῷ λόγῳ, θεῶν καρτερούντων αὐτόν, οἷς πέπηγεν ἀεὶ τὰ πράγματα, καὶ μὴ ἀποκτεινόντων τοὺς ποιητὰς ἐπ᾽ αὐτῷ; προσήκει γὰρ ταῖς Μοίραις ἕπεσθαι καὶ πρὸς τὰς μεταβολὰς τῶν πραγμάτων μὴ χαλεποὺς εἶναι, Σοφοκλεῖ τε μὴ ἀπιστεῖν

μόνοις οὐ γίγνεται
θεοῖσι γῆρας, οὐδὲ μὴν θανεῖν ποτε,
τὰ δ᾽ ἄλλα συγχεῖ πάνθ᾽ παγκρατὴς χρόνος,
ἄριστα δὴ ἀνθρώπων λέγοντι. ἐγκύκλιοι γὰρ αἱ κατ᾽ ἀνθρώπους εὐπραγίαι καὶ ἐφήμερον, βασιλεῦ, τὸ τοῦ ὄλβου μῆκος: τἀμὰ οὗτος καὶ τὰ τούτου ἕτερος καὶ δεῖνα τὰ τοῦ δεῖνος ἔχων οὐκ ἔχει. ταῦτ᾽ ἐννοῶν, βασιλεῦ, παῦε μὲν φυγάς, παῦε δ᾽ αἷμα, καὶ φιλοσοφίᾳ μὲν τι βούλει χρῶ, ἀπαθὴς γὰρ γε ἀληθής, δάκρυα δὲ ἀνθρώπων ἀφαίρει, ὡς νῦν γε ἠχὼ μυρία μὲν ἐκ θαλάττης, πολλῷ δὲ πλείων ἐξ ἠπείρων φοιτᾷ θρηνούντων, τι ἑκάστῳ θρήνου ἄξιον. τὰ δὲ ἐντεῦθεν φυόμενα πλείω ὄντα ἀριθμεῖσθαι ταῖς τῶν συκοφαντῶν γλώτταις ἀνῆπται διαβαλλόντων σοί τε πάντας καὶ σέ, βασιλεῦ, πᾶσιν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: