previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὴν μὲν δὴ ἑσπέραν ἐκείνην μέτριά τε καὶ οὐκ ἄξια τοῦ ἀναγράψαι σπουδάσαντες ἐκοιμήθησαν οὗ ἐδείπνησαν, ἅμα δὲ τῇ ἡμέρᾳ μὲν Ἀπολλώνιος, ὥσπερ εἰώθει, θεραπεύσας τὸν Ἥλιον ἐφειστήκει τινὶ γνώμῃ, προσδραμὼν δὲ αὐτῷ Νεῖλος, ὅσπερ ἦν νεώτατος τῶν Γυμνῶνἡμεῖςἔφηπαρὰ σὲ ἥκομεν.’ ‘εἰκότως,’ εἶπεν Ἀπολλώνιοςκαὶ γὰρ ἐγὼ πρὸς ὑμᾶς ὁδὸν τὴν ἀπὸ θαλάττης ἐνταῦθα.’ καὶ εἰπὼν ταῦτα εἵπετο τῷ Νείλῳ. προσειπὼν οὖν καὶ προσρηθείς, ξυνέτυχον δὲ ἀλλήλοις περὶ τὴν στοάν, ‘ποῖ,’ ἔφηξυνεσόμεθα;’ ‘ἐνταῦθαἔφη Θεσπεσίων δείξας τὸ ἄλσος. δὲ Θεσπεσίων πρεσβύτατος ἦν τῶν Γυμνῶν, καὶ ἡγεῖτο μὲν αὐτὸς πᾶσιν, οἱ δέ, ὥσπερ Ἑλλανοδίκαι τῷ πρεσβυτάτῳ, εἵποντο κοσμίῳ ἅμα καὶ σχολαίῳ βαδίσματι. ἐπεὶ δ᾽ ἐκάθισαν, ὡς ἔτυχε, τουτὶ γὰρ οὐκέτι ἐν κόσμῳ ἔδρων, ἐς τὸν Θεσπεσίωνα εἶδον πάντες οἷον ἑστιάτορα τοῦ λόγου, δὲ ἤρξατο ἐνθένδε: ‘τὴν Πυθὼ καὶ τὴν Ὀλυμπίαν ἐπεσκέφθαι σέ φασιν, Ἀπολλώνιε, τουτὶ γὰρ ἀπήγγειλεν ἐνταῦθα καὶ Στρατοκλῆς Φάριος ἐντετυχηκέναι σοι φάσκων ἐκεῖ, καὶ τὴν μὲν Πυθὼ τοὺς ἐς αὐτὴν ἥκοντας αὐλῷ τε παραπέμπειν καὶ ᾠδαῖς καὶ ψάλσει, κωμῳδίας τε καὶ τραγῳδίας ἀξιοῦν, εἶτα τὴν ἀγωνίαν παρέχειν τὴν γυμνὴν ὀψὲ τούτων, τὴν δὲ Ὀλυμπίαν τὰ μὲν τοιαῦτα ἐξελεῖν ὡς ἀνάρμοστα καὶ οὐ χρηστὰ ἐκεῖ, παρέχεσθαι δὲ τοῖς ἐς αὐτὴν ἰοῦσιν ἀθλητὰς γυμνούς, Ἡρακλέους ταῦτα ξυνθέντος: τοῦτο ἡγοῦ παρὰ τὴν Ἰνδῶν σοφίαν τὰ ἐνταῦθα: οἱ μὲν γάρ, ὥσπερ ἐς τὴν Πυθὼ καλοῦντες, ποικίλαις δημαγωγοῦσιν ἴυγξιν, ἡμεῖς δέ, ὥσπερ ἐν Ὀλυμπίᾳ, γυμνοί.’ οὐχ ὑποστρώννυσιν γῆ οὐδὲν ἐνταῦθα, οὐδὲ γάλα ὥσπερ βάκχαις [p. 214] οἶνον δίδωσιν, οὐδὲ μετεώρους ἡμᾶς ἀὴρ φέρει, ἀλλ᾽ αὐτὴν ὑπεστορεσμένοι τὴν γῆν ζῶμεν μετέχοντες αὐτῆς τὰ κατὰ φύσιν, ὡς χαίρουσα διδοίη αὐτὰ καὶ μὴ βασανίζοιτο ἄκουσα. ὅτι δ᾽ οὐκ ἀδυνατοῦμεν σοφίζεσθαιτὸ δεῖναἔφηδένδρον,’ πτελέα δὲ ἦν, τρίτον ἀπ᾽ ἐκείνου, ὑφ᾽ διελέγοντο, ‘πρόσειπε τὸν σοφὸν Ἀπολλώνιον.’ καὶ προσεῖπε μὲν αὐτόν, ὡς ἐκελεύσθη, τὸ δένδρον, φωνὴ δὲ ἦν ἔναρθρός τε καὶ θῆλυς. ἀπεσήμαινε δὲ πρὸς τοὺς Ἰνδοὺς ταῦτα μεταστήσειν ἡγούμενος τὸν Ἀπολλώνιον τῆς ὑπὲρ αὐτῶν δόξης, ἐπειδὴ διῄει ἐς πάντας λόγους τε Ἰνδῶν καὶ ἔργα. προσετίθει δὲ κἀκεῖνα, ὡς ἀπόχρη τῷ σοφῷ βρώσεώς τε καθαρῷ εἶναι, ὁπόση ἔμπνους, ἱμέρου τε, ὃς φοιτᾷ δι᾽ ὀμμάτων, φθόνου τε, ὃς διδάσκαλος ἀδίκων ἐπὶ χεῖρα καὶ γνώμην ἥκει, θαυμασιουργίας τε καὶ βιαίου τέχνης μὴ δεῖσθαι ἀλήθειαν. ‘σκέψαι γὰρ τὸν Ἀπόλλωεἶπετὸν Δελφικόν, ὃς τὰ μέσα τῆς Ἑλλάδος ἐπὶ προρρήσει λογίων ἔχει: ἐνταῦθα τοίνυν, ὥς που καὶ αὐτὸς γιγνώσκεις, μὲν τῆς ὀμφῆς δεόμενος ἐρωτᾷ βραχὺ ἐρώτημα, δὲ Ἀπόλλων οὐδὲν τερατευσάμενος λέγει, ὁπόσα οἶδε. καίτοι ῥᾴδιόν γε ἦν αὐτῷ σεῖσαι μὲν τὸν Παρνασὸν πάντα, τὴν Κασταλίαν δὲ οἰνοχοῆσαι μεταβαλόντι τὰς πηγάς, Κηφισῷ δὲ μὴ ξυγχωρῆσαι ποταμῷ εἶναι, δὲ οὐδὲν τούτων ἐπικομπάσας ἀναφαίνει τἀληθὲς αὐτό. ἡγώμεθα δὲ μηδὲ τὸν χρυσὸν τὰ δοκοῦντα λαμπρὰ τῶν ἀναθημάτων ἑκόντι αὐτῷ φοιτᾶν, μηδὲ τῷ νεῷ τὸν Ἀπόλλω χαίρειν, εἰ καὶ διπλάσιος ἀποφανθείη τοῦ νῦν ὄντος: ᾤκησε γάρ ποτε καὶ λιτὴν στέγην θεὸς οὗτος, καὶ καλύβη αὐτῷ ξυνεπλάσθη μικρά, ἐς ἣν ξυμβαλέσθαι λέγονται μέλιτται μὲν κηρόν, πτερὰ δὲ [p. 215] ὄρνιθες. εὐτέλεια γὰρ διδάσκαλος μὲν σοφίας, διδάσκαλος δὲ ἀληθείας, ἣν ἐπαινῶν σοφὸς ἀτεχνῶς δόξεις ἐκλαθόμενος τῶν παρ᾽ Ἰνδοῖς μύθων. τὸ γὰρ πρᾶττε μὴ πρᾶττε, οἶδα οὐκ οἶδα, τὸ δεῖνα, ἀλλὰ μὴ τὸ δεῖνα, τί δεῖται κτύπου; τί δὲ τοῦ βροντᾶν, μᾶλλον δὲ τοῦ ἐμβεβροντῆσθαι; εἶδες ἐν ζωγραφίας λόγοις καὶ τὸν τοῦ Προδίκου Ἡρακλέα, ὡς ἔφηβος μὲν Ἡρακλῆς, οὔπω δὲ ἐν αἱρέσει τοῦ βίου, κακία δ᾽ αὐτὸν καὶ ἀρετὴ διαλαβοῦσαι παρὰ σφᾶς ἄγουσιν, μὲν χρυσῷ τε κατεσκευασμένη καὶ ὅρμοις ἐσθῆτί τε ἁλιπορφύρῳ καὶ παρειᾶς ἄνθει καὶ χαίτης ἀναπλοκαῖς καὶ γραφαῖς ὀμμάτων, ἔστι δ᾽ αὐτῇ καὶ χρυσοῦν πέδιλον, γέγραπται γὰρ καὶ τούτῳ ἐνσοβοῦσα, δ᾽ αὖ πεπονηκυίᾳ μὲν προσφερής, τραχὺ δὲ ὁρῶσα, τὸν δὲ αὐχμὸν πεποιημένη κόσμημα καὶ ἀνυπόδετος ἀρετὴ καὶ λιτὴ τὴν ἐσθῆτα, καὶ γυμνὴ δ᾽ ἂν ἐφαίνετο, εἰ μὴ ἐγίγνωσκε τὸ ἐν θηλείαις εὔσχημον. ἡγοῦ δὴ καὶ σεαυτόν, Ἀπολλώνιε, μέσον τῆς Ἰνδικῆς τε καὶ τῆς ἡμεδαπῆς σοφίας ἑστάναι, καὶ τῆς μὲν ἀκούειν λεγούσης, ὡς ὑποστορέσει σοι ἄνθη καθεύδοντι, καί, νὴ Δί᾽, ὡς ποτιεῖ γάλακτι καὶ ὡς κηρίοις θρέψει, καὶ ὡς νέκταρ σοὶ τι παρ᾽ αὐτῆς ἔσται καὶ πτερά, ὁπότε βούλοιο, τρίποδάς τε ἐσκυκλήσει πίνοντι καὶ χρυσοῦς θρόνους, καὶ πονήσεις οὐδέν, ἀλλ᾽ αὐτόματά σοι βαδιεῖται πάντα, τῆς δέ γε ἑτέρας, ὡς χαμευνεῖν μὲν ἐν αὐχμῷ προσήκει, γυμνὸν δέ, ὥσπερ ἡμεῖς, μοχθοῦντα φαίνεσθαι, δὲ μὴ πονήσαντί σοι ἀφίκετο, μήτε φίλον ἡγεῖσθαι μήτε ἡδύ, μηδὲ ἀλαζόνα εἶναι μηδὲ τύφου θηρατήν, ἀπέχεσθαι δὲ καὶ ὀνειράτων ὄψεις, ὁπόσαι ἀπὸ τῆς γῆς αἴρουσιν. εἰ μὲν δὴ κατὰ τὸν Ἡρακλέα αἱροῖο καὶ δόξῃ ἀδαμαντίνῃ χρῷο μὴ ἀτιμάζων ἀλήθειαν, [p. 216] μηδὲ τὴν κατὰ φύσιν εὐτέλειαν παραιτούμενος πολλοὺς μὲν ᾑρηκέναι φήσεις λέοντας, πολλὰς δὲ ὕδρας ἐκτετμῆσθαί σοι Γηρυόνας τε καὶ Νέσσους καὶ ὁπόσοι ἐκείνου ἆθλοι, εἰ δὲ τὸ τῶν ἀγειρόντων ἀσπάσῃ, κολακεύσεις ὀφθαλμούς τε καὶ ὦτα καὶ οὔτε σοφώτερος ἑτέρου δόξεις γενήσῃ τε ἆθλος ἀνδρὸς Αἰγυπτίου Γυμνοῦ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: