χειμάσας δ᾽ ὁ Ἀπολλώνιος ἐν τοῖς Ἐλληνικοῖς ἱεροῖς πᾶσιν εἴχετο τῆς ἐπ᾽ Αἰγύπτου ὁδοῦ περὶ ἔαρ, πολλὰ μὲν ἐπιπλήξας, πολλὰ δὲ συμβουλεύσας ταῖς πόλεσι, πολλῶν δὲ ἐς ἔπαινον καταστάς, οὐδὲ γὰρ ἐπαίνου ἀπείχετο, ὁπότε τι ὑγιῶς πράσσοιτο, καταβὰς δὲ ἐς Πειραιᾶ ναῦς μέν τις ὥρμει πρὸς ἱστίοις οὖσα καὶ ἐς Ἰωνίαν ἀφήσουσα, ὁ δ᾽ ἔμπορος οὐ ξυνεχώρει ἐμβαίνειν, ἰδιόστολον γὰρ αὐτὴν ἄγειν. ἐρομένου δὲ τοῦ Ἀπολλωνίου ‘τίς ὁ φόρτος;’ ‘θεῶν’ ἔφη ‘ἀγάλματα ἀπάγω ἐς Ἰωνίαν, τὰ μὲν χρυσοῦ καὶ λίθου, τὰ δὲ ἐλέφαντος καὶ χρυσοῦ’. ‘ἱδρυσόμενος ἢ τί;’ ‘ἀποδωσόμενος’ ἔφη ‘τοῖς βουλομένοις ἱδρύεσθαι.’ ‘δέδιας οὖν, ὦ λῷστε, μὴ συλήσωμεν τὰ ἀγάλματα ἐν τῇ νηί;’ ‘οὐ τοῦτο’ ἔφη ‘δέδια, τὸ δὲ πλείοσι ξυμπλεῖν αὐτὰ καὶ ὁμιλίας ἀναπίμπλασθαι φαύλου διαίτης τε, ὁπόση ναυτική, δεινὸν ἡγοῦμαι’. ‘καὶ μήν, ὦ βέλτιστε’, εἶπε ‘δοκεῖς γάρ μοί τις Ἀθηναῖος εἶναι, τὰς ναῦς, αἷς ἐπὶ τοὺς βαρβάρους ἐχρήσασθε, καίτοι ναυτικῆς ἀταξίας ἐμπεπλησμένας ἐνέβαινον οἱ θεοὶ ξὺν ὑμῖν καὶ οὐκ ᾤοντο ὑφ᾽ ὑμῶν χραίνεσθαι, σὺ δὲ ἀμαθῶς οὕτως ἀπωθῇ τῆς νεὼς φιλοσόφους ἄνδρας, οἷς μάλιστα οἱ θεοὶ χαίρουσι καὶ ταῦτα ἐμπορίαν τοὺς θεοὺς πεποιημένος; ἡ δὲ ἀγαλματοποιία ἡ ἀρχαία οὐ τοῦτο ἔπραττεν, οὐδὲ περιῄεσαν τὰς πόλεις ἀποδιδόμενοι τοὺς θεούς, ἀλλ᾽ ἀπάγοντες μόνον τὰς αὑτῶν χεῖρας καὶ ὄργανα λιθουργὰ καὶ ἐλεφαντουργὰ ὕλην τε παρατιθέμενοι ἀργὸν ἐν αὐτοῖς τοῖς ἱεροῖς τὰς δημιουργίας ἐποιοῦντο, σὺ δ᾽ ὥσπερ τὰ Ὑρκανικά τε [p. 180] καὶ Σκυθικά, ἀπείη δὲ εἰπεῖν τίνα, οὕτω τοὺς θεοὺς ἐς τοὺς λιμένας τε καὶ τὰς ἀγορὰς ἄγων οὐδὲν οἴει ἀσεβὲς πράττειν; καὶ μὴν καὶ σπερμολογοῦσιν ἔνιοι τῶν ἀνθρώπων ἐξαψάμενοί τι Δήμητρος ἢ Διονύσου ἄγαλμα καὶ τρέφεσθαί φασιν ὑπὸ τῶν θεῶν, οὓς φέρουσι, τὸ δ᾽ αὐτοὺς σιτεῖσθαι τοὺς θεοὺς καὶ μηδ᾽ ἐμπίπλασθαι τούτου, δεινῆς ἐμπορίας, εἴποιμι δ᾽ ἂν καὶ ἀνοίας, εἰ μηδὲν ἐκ τούτου δέδοικας.’ τοιαῦτα ἐπιπλήξας ἐπὶ νεὼς ἑτέρας ἔπλει.