ἦν μὲν δὴ Ἐπιδαυρίων ἡμέρα. τὰ δὲ Ἐπιδαύρια μετὰ πρόρρησίν τε καὶ ἱερεῖα δεῦρο μυεῖν Ἀθηναίοις πάτριον ἐπὶ θυσίᾳ δευτέρᾳ, τουτὶ δὲ ἐνόμισαν Ἀσκληπιοῦ ἕνεκα, ὅτι δὴ ἐμύησαν αὐτὸν ἥκοντα Ἐπιδαυρόθεν ὀψὲ μυστηρίων. ἀμελήσαντες δὲ οἱ πολλοὶ τοῦ μυεῖσθαι περὶ τὸν Ἀπολλώνιον εἶχον καὶ τοῦτ᾽ ἐσπούδαζον μᾶλλον ἢ τὸ ἀπελθεῖν τετελεσμένοι, ὁ δὲ ξυνέσεσθαι μὲν αὐτοῖς αὖθις ἔλεγεν, ἐκέλευσε δὲ πρὸς τοῖς ἱεροῖς τότε γίγνεσθαι, καὶ γὰρ αὐτὸς μυεῖσθαι. ὁ δὲ ἱεροφάντης οὐκ ἐβούλετο παρέχειν τὰ ἱερά, μὴ γὰρ ἄν ποτε μυῆσαι γόητα, μηδὲ τὴν Ἐλευσῖνα ἀνοῖξαι ἀνθρώπῳ μὴ καθαρῷ τὰ δαιμόνια. ὁ δὲ Ἀπολλώνιος οὐδὲν ὑπὸ τούτων ἥττων αὑτοῦ γενόμενος ‘οὔπω’ ἔφη ‘τὸ μέγιστον, ὧν ἐγὼ ἐγκληθείην ἄν, εἴρηκας, ὅτι περὶ τῆς τελετῆς πλείω ἢ σὺ γιγνώσκων ἐγὼ δὲ ὡς παρὰ σοφώτερον ἐμαυτοῦ μυησόμενος ἦλθον.’ ἐπαινεσάντων δὲ τῶν παρόντων, ὡς ἐρρωμένως καὶ παραπλησίως αὑτῷ ἀπεκρίνατο, ὁ μὲν ἱεροφάντης, ἐπειδὴ ἐξείργων αὐτὸν οὐ φίλα τοῖς πολλοῖς ἐδόκει πράττειν, μετέβαλε τοῦ τόνου καὶ ‘μυοῦ’, ἔφη ‘σοφὸς γάρ τις ἥκειν ἔοικας’, ὁ δὲ Ἀπολλώνιος ‘μυήσομαι’ ἔφη ‘αὖθις, μυήσει δέ με ὁ δεῖνα’ προγνώσει χρώμενος ἐς τὸν μετ᾽ ἐκεῖνον ἱεροφάντην, ὃς μετὰ τέτταρα ἔτη τοῦ ἱεροῦ προὔστη.