previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐντεῦθέν φασιν ὑπερβαλεῖν τοῦ Καυκάσου τὸ κατατεῖνον ἐς τὴν Ἐρυθρὰν θάλασσαν, εἶναι δὲ αὐτὸ ξυνηρεφὲς ἴδαις ἀρωμάτων. τοὺς μὲν δὴ πρῶνας τοῦ ὄρους τὸ κιννάμωμον φέρειν, προσεοικέναι δὲ αὐτὸ νέοις κλήμασι, βάσανον δὲ τοῦ ἀρώματος τὴν αἶγα εἶναι: κινναμώμου γὰρ εἴ τις αἰγὶ ὀρέξειε, κνυζήσεται πρὸς τὴν χεῖρα, καθάπερ κύων, ἀπιόντι τε ὁμαρτήσει τὴν ῥῖνα ἐς αὐτὸ ἐρείσασα, κἂν αἰπόλος ἀπάγῃ, θρηνήσει καθάπερ λωτοῦ ἀποσπωμένη. ἐν δὲ τοῖς κρημνοῖς τοῦ ὄρους λίβανοί τε ὑψηλοὶ πεφύκασι καὶ πολλὰ εἴδη ἕτερα καὶ τὰ δένδρα αἱ πεπερίδες, ὧν γεωργοὶ πίθηκοι, καὶ οὐδὲ εἴκασται τοῦτο, παρεῖταί σφισιν, ὃν δὲ εἴρηται τρόπον, ἐγὼ δηλώσω: τὸ δένδρον πεπερὶς εἴκασται μὲν τῷ παρ᾽ Ἕλλησιν ἄγνῳ τά τε ἄλλα καὶ τὸν κόρυμβον τοῦ καρποῦ, φύεται δὲ ἐν τοῖς ἀποτόμοις οὐκ ἐφικτὸς τοῖς ἀνθρώποις, οὗ λέγεται πιθήκων οἰκεῖν δῆμος ἐν μυχοῖς τοῦ ὄρους καὶ τι αὐτοῦ κοῖλον, οὓς πολλοῦ ἀξίους οἱ Ἰνδοὶ νομίζοντες, ἐπειδὴ τὸ πέπερι ἀποτρυγῶσι, τοὺς λέοντας ἀπ᾽ αὐτῶν ἐρύκουσι κυσί τε καὶ ὅπλοις. ἐπιτίθεται δὲ πιθήκῳ λέων νοσῶν μὲν ὑπὲρ φαρμάκου, τὴν γὰρ νόσον αὐτῷ τὰ κρέα ἴσχει ταῦτα, γεγηρακὼς δὲ ὑπὲρ σίτου, τῆς γὰρ τῶν ἐλάφων καὶ συῶν θήρας ἔξωροι γεγονότες τοὺς πιθήκους λαφύσσουσιν ἐς τοῦτο χρώμενοι τῇ λοιπῇ [p. 87] ῥώμῃ. οὐ μὴν οἱ ἄνθρωποι περιορῶσιν, ἀλλ᾽ εὐεργέτας ἡγούμενοι τὰ θηρία ταῦτα πρὸς τοὺς λέοντας ὑπὲρ αὐτῶν αἰχμὴν αἴρονται. τὰ γὰρ πραττόμενα περὶ τὰς πεπερίδας ὧδε ἔχει: προσελθόντες οἱ Ἰνδοὶ τοῖς κάτω δένδρεσι τὸν καρπὸν ἀποθερίσαντες ἅλως ποιοῦνται μικρὰς περὶ τὰ δένδρα καὶ τὸ πέπερι περὶ αὐτὰς ξυμφοροῦσιν οἷον ῥιπτοῦντες, ὡς ἄτιμόν τι καὶ μὴ ἐν σπουδῇ τοῖς ἀνθρώποις, οἱ δὲ ἄνωθεν καὶ ἐκ τῶν ἀβάτων ἀφεωρακότες ταῦτα, νυκτὸς γενομένης ὑποκρίνονται τὸ τῶν Ἰνδῶν ἔργον καὶ τοὺς βοστρύχους τῶν δένδρων περισπῶντες ῥιπτοῦσι φέροντες ἐς τὰς ἅλως, οἱ Ἰνδοὶ δὲ ἅμα ἡμέρᾳ σωροὺς ἀναιροῦνται τοῦ ἀρώματος οὐδὲ πονήσαντες οὐδέν, ἀλλὰ ῥᾴθυμοί τε καὶ καθεύδοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: