previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοιαῦτα διαλεγομένων προσελθὼν τῷ Ἰάρχᾳ ἄγγελος βασιλεὺςἔφηπερὶ δείλην πρώτην ἀφίξεται ξυνεσόμενος ὑμῖν περὶ τῶν ἑαυτοῦ πραγμάτων.’ δὲἡκέτω,’ εἶπεκαὶ γὰρ ἂν καὶ βελτίων ἀπέλθοι γνοὺς ἄνδρα Ἕλληνα.’ καὶ εἰπὼν ταῦτα πάλιν τοῦ προτέρου λόγου εἴχετο. ἤρετο οὖν τὸν Ἀπολλώνιονσὺ δ᾽ ἂν εἴποιςἔφητὸ πρῶτον σῶμα καὶ ὅστις πρὸ τοῦ νῦν ἦσθα;’ δὲ εἶπενἐπειδὴ ἄδοξον ἦν μοι ἐκεῖνο, ὀλίγα αὐτοῦ μέμνημαι.’ ὑπολαβὼν οὖν Ἰάρχαςεἶτα ἄδοξονἔφηἡγῇ τὸ γενέσθαι κυβερνήτης Αἰγυπτίας νεώς: [p. 101] τουτὶ γάρ σε ὁρῶ γεγονότα.’ ‘ἀληθῆ μὲνεἶπενλέγεις, Ἰάρχα, τουτὶ γὰρ ἀτεχνῶς ἐγενόμην, ἡγοῦμαι δ᾽ αὐτὸ οὐκ ἄδοξον μόνον, ἀλλὰ καὶ καταβεβλημένον, καὶ τοσούτου μὲν ἄξιον τοῖς ἀνθρώποις, ὅσου περ τὸ ἄρχειν καὶ τὸ στρατοῦ ἡγεῖσθαι, κακῶς δὲ ἀκοῦον ὑπὸ τῶν καθαπτομένων τῆς θαλάττης. τὸ γοῦν γενναιότατον τῶν ἐμοὶ πραχθέντων οὐδὲ ἐπαίνου τις ἠξίωσε τότε.’ ‘τί δὲ δὴ γενναῖον εἰργάσθαι φήσεις τὸ περιβεβληκέναι Μαλέαν τε καὶ Σούνιον χαλινώσας ἐκφερομένην τὴν ναῦν, καὶ τὸ κατὰ πρύμναν τε καὶ πρῷραν τῶν ἀνέμων, ὁπόθεν ἐκδοθήσονται, σαφῶς διεγνωκέναι ἑρμάτων τε ὑπερᾶραι τὸ σκάφος ἐν Εὐβοίᾳ κοίλῃ, οὗπερ πολλὰ τῶν ἀκρωτηρίων ἀναπέπηγεν;’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: