τοιαῦτα διαλεγομένων προσελθὼν τῷ Ἰάρχᾳ ἄγγελος ‘ὁ βασιλεὺς’ ἔφη ‘περὶ δείλην πρώτην ἀφίξεται ξυνεσόμενος ὑμῖν περὶ τῶν ἑαυτοῦ πραγμάτων.’ ὁ δὲ ‘ἡκέτω,’ εἶπε ‘καὶ γὰρ ἂν καὶ βελτίων ἀπέλθοι γνοὺς ἄνδρα Ἕλληνα.’ καὶ εἰπὼν ταῦτα πάλιν τοῦ προτέρου λόγου εἴχετο. ἤρετο οὖν τὸν Ἀπολλώνιον ‘σὺ δ᾽ ἂν εἴποις’ ἔφη ‘τὸ πρῶτον σῶμα καὶ ὅστις πρὸ τοῦ νῦν ἦσθα;’ ὁ δὲ εἶπεν ‘ἐπειδὴ ἄδοξον ἦν μοι ἐκεῖνο, ὀλίγα αὐτοῦ μέμνημαι.’ ὑπολαβὼν οὖν ὁ Ἰάρχας ‘εἶτα ἄδοξον’ ἔφη ‘ἡγῇ τὸ γενέσθαι κυβερνήτης Αἰγυπτίας νεώς: [p. 101] τουτὶ γάρ σε ὁρῶ γεγονότα.’ ‘ἀληθῆ μὲν’ εἶπεν ‘λέγεις, ὦ Ἰάρχα, τουτὶ γὰρ ἀτεχνῶς ἐγενόμην, ἡγοῦμαι δ᾽ αὐτὸ οὐκ ἄδοξον μόνον, ἀλλὰ καὶ καταβεβλημένον, καὶ τοσούτου μὲν ἄξιον τοῖς ἀνθρώποις, ὅσου περ τὸ ἄρχειν καὶ τὸ στρατοῦ ἡγεῖσθαι, κακῶς δὲ ἀκοῦον ὑπὸ τῶν καθαπτομένων τῆς θαλάττης. τὸ γοῦν γενναιότατον τῶν ἐμοὶ πραχθέντων οὐδὲ ἐπαίνου τις ἠξίωσε τότε.’ ‘τί δὲ δὴ γενναῖον εἰργάσθαι φήσεις ἢ τὸ περιβεβληκέναι Μαλέαν τε καὶ Σούνιον χαλινώσας ἐκφερομένην τὴν ναῦν, καὶ τὸ κατὰ πρύμναν τε καὶ πρῷραν τῶν ἀνέμων, ὁπόθεν ἐκδοθήσονται, σαφῶς διεγνωκέναι ἑρμάτων τε ὑπερᾶραι τὸ σκάφος ἐν Εὐβοίᾳ κοίλῃ, οὗπερ πολλὰ τῶν ἀκρωτηρίων ἀναπέπηγεν;’