ἐπεὶ δὲ χαίρειν ὁ βασιλεὺς ἔφη καὶ ἀγάλλεσθαι ἥκοντι μᾶλλον, ἢ εἰ τὰ Περσῶν καὶ Ἰνδῶν πρὸς τοῖς οὖσιν αὐτῷ ἐκτήσατο, ξένον τε ποιεῖσθαι καὶ κοινωνὸν τῆς βασιλείου στέγης, ‘εἰ ἐγώ σε, ὦ βασιλεῦ,’ εἶπεν ‘ἐς πατρίδα τὴν ἐμὴν Τύανα ἥκοντα ἠξίουν οἰκεῖν οὗ ἐγώ, οἰκῆσαι ἂν ἤρας;’ ‘μὰ Δί᾽’ εἶπεν ‘εἰ μὴ τοσαύτην γε οἰκίαν οἰκήσειν ἔμελλον, ὁπόσην δορυφόρους τε καὶ σωματοφύλακας ἐμοὺς αὐτόν τε ἐμὲ λαμπρῶς δέξασθαι.’ ‘ὁ αὐτὸς οὖν’ ἔφη ‘καὶ παρ᾽ ἐμοῦ λόγος: εἰ γὰρ ὑπὲρ ἐμαυτὸν οἰκήσω, πονήρως διαιτήσομαι, τὸ γὰρ ὑπερβάλλον λυπεῖ τοὺς σοφοὺς μᾶλλον ἢ ὑμᾶς τὸ ἐλλεῖπον: ξενιζέτω με οὖν ἰδιώτης ἔχων ὁπόσα ἐγώ, σοὶ δὲ ἐγὼ ξυνέσομαι ὁπόσα βούλει.’ ξυνεχώρει ὁ βασιλεύς, ὡς μὴ ἀηδές τι αὐτῷ λάθοι πράξας, καὶ ᾤκησε παρ᾽ ἀνδρὶ Βαβυλωνίῳ χρηστῷ τε καὶ ἄλλως γενναίῳ. δειπνοῦντι δὲ ἤδη εὐνοῦχος ἐφίσταται τῶν τὰς ἀγγελίας διαφερόντων καὶ προσειπὼν τὸν ἄνδρα ‘βασιλεὺς’ ἔφη ‘δωρεῖταί σε δέκα δωρεαῖς καὶ ποιεῖται κύριον τοῦ ἐπαγγεῖλαι αὐτάς, δεῖται δέ σου μὴ μικρὰ αἰτῆσαι, μεγαλοφροσύνην γὰρ ἐνδείξασθαι σοί τε καὶ ἡμῖν βούλεται.’ ἐπαινέσας δὲ τὴν ἐπαγγελίαν ‘πότε οὖν χρὴ αἰτεῖν;’ ἤρετο, ὁ δὲ ‘αὔριον’ ἔφη, καὶ ἅμα ἐφοίτησε παρὰ πάντας τοὺς βασιλέως φίλους τε καὶ ξυγγενεῖς, παρεῖναι κελεύων αἰτοῦντι καὶ [p. 35] τιμωμένῳ τῷ ἀνδρί. φησὶ δὲ ὁ Δάμις ξυνιέναι μέν, ὅτι μηδὲν αἰτήσοι, τόν τε τρόπον αὐτοῦ καθεωρακὼς καὶ εἰδὼς εὐχόμενον τοῖς θεοῖς εὐχὴν τοιαύτην. ‘ὦ θεοί, δοίητε μοι μικρὰ ἔχειν καὶ δεῖσθαι μηδενός.’ ἐφεστηκότα μέντοι ὁρῶν καὶ ἐνθυμουμένῳ ὅμοιον οἴεσθαι ὡς αἰτήσοι μέν, βασανίζοι δέ, ὅ τι μέλλει αἰτήσειν. ὁ δὲ ἑσπέρας ἤδη ‘ὦ Δάμι,’ ἔφη ‘θεωρῶ πρὸς ἐμαυτόν, ἐξ ὅτου ποτὲ οἱ βάρβαροι τοὺς εὐνούχους σώφρονας ἡγοῦνται καὶ ἐς τὰς γυναικωνίτιδας ἐσάγονται.’ ‘ἀλλὰ τοῦτο,’ ἔφη ‘ὦ Ἀπολλώνιε, καὶ παιδὶ δῆλον: ἐπειδὴ γὰρ ἡ τομὴ τὸ ἀφροδισιάζειν ἀφαιρεῖται σφᾶς, ἀνεῖνταί σφισιν αἱ γυναικωνίτιδες, κἂν ξυγκαθεύδειν ταῖς γυναιξὶ βούλωνται.’ ‘τὸ δὲ ἐρᾶν’ εἶπεν ‘ἢ τὸ ξυγγίγνεσθαι γυναιξὶν ἐκτετμῆσθαι αὐτοὺς οἴει;’ ‘ἄμφω,’ ἔφη ‘εἰ γὰρ σβεσθείη τὸ μόριον ὑφ᾽ οὗ διοιστρεῖται τὸ σῶμα, οὐδ᾽ ἂν τὸ ἐρᾶν ἐπέλθοι οὐδενί.’ ὁ δὲ βραχὺ ἐπισχὼν ‘αὔριον,’ ἔφη ‘ὦ Δάμι, μάθοις ἄν, ὅτι καὶ εὐνοῦχοι ἐρῶσι καὶ τὸ ἐπιθυμητικόν, ὅπερ ἐσάγονται διὰ τῶν ὀφθαλμῶν, οὐκ ἀπομαραίνεται σφῶν, ἀλλ᾽ ἐμμένει θερμόν τε καὶ ζώπυρον, δεῖ γάρ τι περιπεσεῖν, ὃ τὸν σὸν ἐλέγξει λόγον. εἰ δὲ καὶ τέχνη τις ἦν ἀνθρωπεία τύραννός τε καὶ δυνατὴ τὰ τοιαῦτα ἐξωθεῖν τῆς γνώμης, οὐκ ἄν μοι δοκῶ τοὺς εὐνούχους ποτὲ ἐς τὰ τῶν σωφρονούντων ἤθη προσγράψαι κατηναγκασμένους τὴν σωφροσύνην καὶ βιαίῳ τέχνῃ ἐς τὸ μὴ ἐρᾶν ἠγμένους. σωφροσύνη γὰρ τὸ ὀρεγόμενόν τε καὶ ὁρμῶντα μὴ ἡττᾶσθαι ἀφροδισίων, ἀλλ᾽ ἀπέχεσθαι καὶ κρείττω φαίνεσθαι τῆς λύττης ταύτης.’