previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τό γε μὴν θύοντας ἀνατιθέντας μὴ ὑπερβάλλειν τὸ [p. 10] μέτριον ὧδε αὐτῷ ἐφιλοσοφεῖτο: πλειόνων γάρ ποτε ξυνεληλυθότων ἐς τὸ ἱερὸν ἄρτι ἐξεληλαμένου τοῦ Κίλικος ἤρετο τὸν ἱερέα οὑτωσί: ‘ἆραἔφηοἱ θεοὶ δίκαιοι;’ ‘δικαιότατοι μὲν οὖνεἶπε. ‘τί δέ: ξυνετοί;’ ‘καὶ τίἔφηξυνετώτερον τοῦ θείου;’ ‘τὰ δὲ τῶν ἀνθρώπων ἴσασιν, ἄπειροι αὐτῶν εἰσι;’ ‘καὶ μὴν τοῦτ᾽ἔφηπλεονεκτοῦσι μάλιστα οἱ θεοὶ τῶν ἀνθρώπων, ὅτι οἱ μὲν ὑπ᾽ ἀσθενείας οὐδὲ τὰ ἑαυτῶν ἴσασι, τοῖς δὲ γιγνώσκειν ὑπάρχει τὰ ἐκείνων τε καὶ τὰ αὑτῶν.’ ‘πάνταἔφηἄριστα, ἱερεῦ, καὶ ἀληθέστατα. ἐπεὶ τοίνυν πάντα γιγνώσκουσι, δοκεῖ μοι τὸν ἥκοντα ἐς θεοῦ καὶ χρηστὰ ἑαυτῷ ξυνειδότα τοιάνδε εὐχὴν εὔχεσθαι: θεοί, δοίητέ μοι τὰ ὀφειλόμενα: ὀφείλεται γάρ που, ἱερεῦ, τοῖς μὲν ὁσίοις τὰ ἀγαθά, τοῖς δὲ φαύλοις τἀναντία, καὶ οἱ θεοὶ οὖν εὖ ποιοῦντες, ὃν μὲν ἂν ὑγιᾶ τε καὶ ἄτρωτον κακίας εὕρωσι, πέμπουσι δήπου στεφανώσαντες οὐ χρυσοῖς στεφάνοις, ἀλλ᾽ ἀγαθοῖς πᾶσιν, ὃν δ᾽ ἂν κατεστιγμένον ἴδωσι καὶ διεφθορότα, καταλείπουσι τῇ δίκῃ, τοσοῦτον αὐτοῖς ἐπιμηνίσαντες, ὅσον ἐτόλμησαν καὶ ἱερὰ ἐσφοιτᾶν μὴ καθαροὶ ὄντες.’ καὶ ἅμα ἐς τὸν Ἀσκληπιὸν βλέψαςφιλοσοφεῖς,’ ἔφη Ἀσκληπιέ, τὴν ἄρρητόν τε καὶ συγγενῆ σαυτῷ φιλοσοφίαν μὴ συγχωρῶν τοῖς φαύλοις δεῦρο ἥκειν, μηδ᾽ ἂν πάντα σοι τὰ ἀπὸ Ἰνδῶν καὶ Σαρδῴων ξυμφέρωσιν: οὐ γὰρ τιμῶντες τὸ θεῖον θύουσι ταῦτα καὶ ἀνάπτουσιν, ἀλλ᾽ ὠνούμενοι τὴν δίκην, ἣν οὐ ξυγχωρεῖτε αὐτοῖς δικαιότατοι ὄντες.’ πολλὰ τοιαῦτα ἐν τῷ ἱερῷ ἐφιλοσόφει ἐν ἐφήβῳ ἔτι. κἀκεῖνα τῆς ἐν Αἰγαῖς διατριβῆς:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: