This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[35]
δέομαι δέ, ἂν οἱ
λόγοι φαίνωνται πικρότεροι, μηθὲν ἐμοὶ δυσχεραίνειν. οὐδὲ γὰρ
ὑμᾶς φημι τοῦτο ποιεῖν, τρόπον δέ τινα ἀκούσης τῆς πόλεως αὐτὸ
γίγνεσθαι. τὸ δὲ πρᾶγμα εἰ τοιοῦτόν ἐστιν ὥστε πάναισχρον δοκεῖν
ἐξεταζόμενον, τοσούτῳ προθυμότερον ὑμᾶς ἀκούειν δεῖ τοῦ λέγοντος,
ὥστε ἀπηλλάχθαι τὸ λοιπὸν τῆς αἰσχύνης. οὐδὲ γὰρ τὰ ἐν
τοῖς σώμασι δυσχερῆ χωρὶς ὀδύνης ἔστιν ἰάσασθαι, πολλάκις δὲ
αὐτὸ τοῦτο σημεῖον ὑπάρχει τοῦ σφόδρα ἐπείγειν τὴν θεραπείαν,
τὸ σφόδρα ἀλγεῖν τὸ θεραπευόμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.