previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ τοῦτο πρὸς τὸ ἀκενόδοξον φέρει, ὅτι οὐκέτι δύνασαι τὸν βίον ὅλον τόν γε ἀπὸ νεότητος φιλόσοφον βεβιωκέναι, ἀλλὰ πολλοῖς τε ἄλλοις καὶ αὐτὸς σεαυτῷ δῆλος γέγονας πόρρω φιλοσοφίας ὤν. πέφυρσαι οὖν, ὥστε τὴν μὲν δόξαν τὴν τοῦ φιλοσόφου κτήσασθαι οὐκέτι σοι ῥᾴδιον: ἀνταγωνίζεται δὲ καὶ ὑπόθεσις. εἴπερ οὖν ἀληθῶς ἑώρακας ποῦ κεῖται τὸ πρᾶγμα, τὸ μὲν τί δόξεις ἄφες, ἀρκέσθητι δέ, εἰ κἂν τὸ λοιπὸν τοῦ βίου ὅσον δήποτε, ὡς σὴ φύσις θέλει, βιώσῃ. κατανόησον οὖν τί θέλει, καὶ ἄλλο μηδέν σε περισπάτω: πεπείρασαι γὰρ περὶ πόσα πλανηθεὶς οὐδαμοῦ εὗρες τὸ εὖ ζῆν, οὐκ ἐν συλλογισμοῖς, οὐκ ἐν πλούτῳ, οὐκ ἐν δόξῃ, οὐκ ἐν ἀπολαύσει, οὐδαμοῦ. ποῦ οὖν ἐστιν; ἐν τῷ ποιεῖν ἐπιζητεῖ τοῦ ἀνθρώπου φύσις. πῶς οὖν ταῦτα ποιήσεις; ἐὰν δόγματα ἔχῃς ἀφ̓ ὧν αἱ ὁρμαὶ καὶ αἱ πράξεις. τίνα δόγματα; περὶ ἀγαθῶν καὶ κακῶν, ὡς οὐδενὸς μὲν ἀγαθοῦ ὄντος ἀνθρώπῳ οὐχὶ ποιεῖ δίκαιον, σώφρονα, ἀνδρεῖον, ἐλεύθερον, οὐδενὸς δὲ κακοῦ οὐχὶ ποιεῖ τἀναντία τοῖς εἰρημένοις.


Καθ̓ ἑκάστην πρᾶξιν ἐρώτα σεαυτόν: πῶς μοι αὕτη ἔχει; μὴ μετανοήσω ἐπ̓ αὐτῇ; μικρὸν καὶ τέθνηκα καὶ πάντ̓ ἐκ μέσου: τί πλέον ἐπιζητῶ, εἰ τὸ παρὸν ἔργον ζῴου νοεροῦ καὶ κοινωνικοῦ καὶ ἰσονόμου θεῷ;


Ἀλέξανδρος δὲ καὶ Γάιος καὶ Πομπήιος τί πρὸς Διογένη καὶ Ἡράκλειτον καὶ Σωκράτην; οἱ μὲν γὰρ εἶδον τὰ πράγματα καὶ τὰς αἰτίας καὶ τὰς ὕλας καὶ τὰ ἡγεμονικὰ ἦν αὐτῶν ταὐτά, ἐκεῖ δὲ ὅσων πρόνοια καὶ δουλεία πόσων.


Ὅτι οὐδὲν ἦττον τὰ αὐτὰ ποιήσουσι, κἂν σὺ διαρραγῇς.


Τὸ πρῶτον μὴ ταράσσου: πάντα γὰρ κατὰ τὴν τοῦ ὅλου φύσιν καὶ ὀλίγου χρόνου οὐδεὶς οὐδαμοῦ ἔσῃ, ὥσπερ οὐδὲ Ἁδριανὸς οὐδὲ Αὔγουστος. ἔπειτα ἀτενίσας εἰς τὸ πρᾶγμα ἴδε αὐτὸ καὶ συμμνημονεύσας ὅτι ἀγαθόν σε ἄνθρωπον εἶναι δεῖ καὶ τί τοῦ ἀνθρώπου φύσις ἀπαιτεῖ, πρᾶξον τοῦτο ἀμεταστρεπτὶ καὶ εἰπέ, ὡς δικαιότατον φαίνεταί σοι: μόνον εὐμενῶς καὶ αἰδημόνως καὶ ἀνυποκρίτως.


τῶν ὅλων φύσις τοῦτο ἔργον ἔχει, τὰ ὧδε ὄντα ἐκεῖ μετατιθέναι, μεταβάλλειν, αἴρειν ἔνθεν καὶ ἐκεῖ φέρειν. πάντα τροπαί, οὐχ ὥστε φοβηθῆναι, μή τι καινόν: πάντα συνήθη: ἀλλὰ καὶ ἴσαι αἱ ἀπονεμήσεις.


Ἀρκεῖται πᾶσα φύσις ἑαυτῇ εὐοδούσῃ, φύσις δὲ λογικὴ εὐοδεῖ ἐν μὲν φαντασίαις μήτε ψευδεῖ μήτε ἀδήλῳ συγκατατιθεμένη, τὰς ὁρμὰς δὲ ἐπὶ τὰ κοινωνικὰ ἔργα μόνα ἀπευθύνουσα, τὰς ὀρέξεις δὲ καὶ τὰς ἐκκλίσεις τῶν ἐφ̓ ἡμῖν μόνων πεποιημένη, τὸ δὲ ὑπὸ τῆς κοινῆς φύσεως ἀπονεμόμενον πᾶν ἀσπαζομένη: μέρος γὰρ αὐτῆς ἐστιν ὡς τοῦ φύλλου φύσις τῆς τοῦ φυτοῦ φύσεως: πλὴν ὅτι ἐκεῖ μὲν τοῦ φύλλου φύσις μέρος ἐστὶ φύσεως καὶ ἀναισθήτου καὶ ἀλόγου καὶ ἐμποδίζεσθαι δυναμένης, δὲ τοῦ ἀνθρώπου φύσις μέρος ἐστὶν ἀνεμποδίστου φύσεως καὶ νοερᾶς καὶ δικαίας, εἴγε ἴσους καὶ κατ̓ ἀξίαν τοὺς μερισμοὺς χρόνων, οὐσίας, αἰτίου, ἐνεργείας, συμβάσεως ἑκάστοις ποιεῖται. σκόπει δέ, μὴ εἰ τὸ ἓν πρὸς τὸ ἓν ἴσον εὑρήσεις ἐπὶ παντός, ἀλλὰ εἰ συλλήβδην τὰ πάντα τοῦδε πρὸς ἀθρόα τὰ τοῦ ἑτέρου.


Ἀναγινώσκειν οὐκ ἔξεστιν. ἀλλὰ ὕβριν ἀνείργειν ἔξεστιν: ἀλλὰ ἡδονῶν καὶ πόνων καθυπερτερεῖν ἔξεστιν: ἀλλὰ τοῦ δοξαρίου ὑπεράνω εἶναι ἔξεστιν: ἀλλὰ ἀναισθήτοις καὶ ἀχαρίστοις μὴ θυμοῦσθαι, προσέτι κήδεσθαι αὐτῶν ἔξεστιν.


Μηκέτι σου μηδεὶς ἀκούσῃ καταμεμφομένου τὸν ἐν αὐλῇ βίον μηδὲ σὺ σεαυτοῦ.


μετάνοιά ἐστιν ἐπίληψίς τις ἑαυτοῦ ὡς χρήσιμόν τι παρεικότος: τὸ δὲ χρήσιμον ἀγαθόν τι δεῖ εἶναι καὶ ἐπιμελητέον αὐτοῦ τῷ καλῷ καὶ ἀγαθῷ ἀνδρί: οὐδεὶς δ̓ ἂν καλὸς καὶ ἀγαθὸς ἀνὴρ μετανοήσειεν ἐπὶ τῷ ἡδονήν τινα παρεικέναι: οὔτε ἄρα :χρήσιμον οὔτε ἀγαθὸν ἡδονή.


Τοῦτο τί ἐστιν αὐτὸ καθ̓ αὑτὸ τῇ ἰδίᾳ κατασκευῇ, τί μὲν τὸ οὐσιῶδες αὐτοῦ καὶ ὑλικόν, τί δὲ τὸ αἰτιῶδες, τί δὲ ποιεῖ ἐν τῷ κόσμῳ, πόσον δὲ χρόνον ὑφίσταται;


Ὅταν ἐξ ὕπνου δυσχερῶς ἐγείρῃ, ἀναμιμνῄσκου ὅτι κατὰ τὴν κατασκευήν σου ἐστὶ καὶ κατὰ τὴν ἀνθρωπικὴν φύσιν τὸ πράξεις κοινωνικὰς ἀποδιδόναι, τὸ δὲ καθεύδειν κοινὸν καὶ τῶν ἀλόγων ζῴων: δὲ κατὰ φύσιν ἑκάστῳ, τοῦτο οἰκειότερον καὶ προσφυέστερον καὶ δὴ καὶ προσηνέστερον.


Διηνεκῶς καὶ ἐπὶ πάσης, εἰ οἶόν τε, φαντασίας φυσιολογεῖν, παθολογεῖν, διαλεκτικεύεσθαι.


Ὧι ἂν ἐντυγχάνῃς, εὐθὺς σαυτῷ πρόλεγε: οὖτος τίνα δόγματα ἔχει περὶ ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ περὶ ἡδονῆς καὶ πόνου καὶ τῶν ποιητικῶν ἑκατέρου καὶ περὶ δόξης, ἀδοξίας, θανάτου, ζωῆς, τοιάδε τινὰ δόγματα ἔχει, οὐδὲν θαυμαστὸν: ξένον μοι δόξει, ἐὰν τάδε τινὰ ποιῇ, καὶ μεμνήσομαι ὅτι ἀναγκάζεται οὕτως ποιεῖν.


Μέμνησο ὅτι, ὥσπερ αἰσχρόν ἐστι ξενίζεσθαι, εἰ συκῆ σῦκα φέρει, οὕτως, εἰ κόσμος τάδε τινὰ φέρει ὧν ἐστι φορός: καὶ ἰατρῷ δὲ καὶ κυβερνήτῃ αἰσχρὸν ξενίζεσθαι, εἰ πεπύρεχεν οὗτος εἰ ἀντίπνοια γέγονεν.


Μέμνησο ὅτι καὶ τὸ μετατίθεσθαι καὶ ἕπεσθαι τῷ διορθοῦντι ὁμοίως ἐλεύθερόν ἐστι: σὴ γὰρ ἐνέργεια κατὰ τὴν σὴν ὁρμὴν καὶ κρίσιν καὶ δὴ καὶ κατὰ νοῦν τὸν σὸν περαινομένη.


Εἰ μὲν ἐπὶ :σοί, τί αὐτὸ ποιεῖς; εἰ δὲ ἐπ̓ ἄλλῳ, τίνι μέμφῃ; ταῖς ἀτόμοις τοῖς θεοῖς; ἀμφότερα μανιώδη. Οὐδενὶ μεμπτέον. εἰ μὲν γὰρ δύνασαι, διόρθωσον: εἰ δὲ τοῦτο μὴ δύνασαι, τό γε πρᾶγμα αὐτό: εἰ δὲ μηδὲ τοῦτο, πρὸς τί ἔτι σοι φέρει τὸ μέμψασθαι; εἰκῇ γὰρ οὐδὲν ποιητέον.


Ἔξω τοῦ κόσμου τὸ ἀποθανὸν οὐ πίπτει. εἰ ὧδε μένει καὶ μεταβάλλει ὧδε καὶ διαλύεται εἰς τὰ ἴδια, στοιχεῖά ἐστι τοῦ κόσμου καὶ σά. καὶ αὐτὰ δὲ μεταβάλλει καὶ οὐ γογγύζει.


Ἕκαστον πρός τι γέγονεν, ἵππος, ἄμπελος. τί θαυμάζεις; καὶ Ἥλιος ἐρεῖ: πρός τι ἔργου γέγονα, καὶ οἱ λοιποὶ θεοί. σὺ οὖν πρὸς τί; τὸ ἥδεσθαι; ἴδε εἰ ἀνέχεται ἔννοια.


φύσις ἐστόχασται ἑκάστου οὐδέν τι ἔλασσον τῆς ἀπολήξεως τῆς ἀρχῆς τε καὶ διεξαγωγῆς, ὡς ἀναβάλλων τὴν σφαῖραν: τί οὖν ἀγαθὸν τῷ σφαιρίῳ ἀναφερομένῳ κακὸν καταφερομένῳ καὶ πεπτωκότι; τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ κακὸν διαλυθείσῃ; τὰ ὅμοια δὲ καὶ ἐπὶ λύχνου.


Ἔκστρεψον καὶ θέασαι οἷόν ἐστι, γηρᾶσαν δὲ οἷον γίνεται, νοσῆσαν δέ, πορνεῦσαν. Βραχύβιον καὶ ἐπαινῶν καὶ ἐπαινούμενος καὶ μνημονεύων καὶ μνημονευόμενος. προσέτι δὲ καὶ ἐν γωνίᾳ τούτου τοῦ κλίματος καὶ οὐδὲ ἐνταῦθα πάντες συμφωνοῦσι καὶ οὐδὲ αὐτός τις ἑαυτῷ: καὶ ὅλη δὲ γῆ στιγμή.


Πρόσεχε τῷ ὑποκειμένῳ τῷ δόγματι τῇ ἐνεργείᾳ τῷ σημαινομένῳ. Δικαίως ταῦτα πάσχεις: μᾶλλον δὲ θέλεις ἀγαθὸς αὔριον γενέσθαι σήμερον εἶναι.


Πράσσω τι; πράσσω ἐπ̓ ἀνθρώπων εὐποιίαν ἀναφέρων. συμβαίνει τί μοι; δέχομαι ἐπὶ τοὺς θεοὺς ἀναφέρων καὶ τὴν πάντων πηγήν, ἀφ̓ ἧς πάντα τὰ γινόμενα συμμηρύεται.


Ὁποῖόν σοι φαίνεται τὸ λούεσθαι: ἔλαιον, ἱδρώς, ῥύπος, ὕδωρ γλοιῶδες, πάντα σικχαντά: τοιοῦτον πᾶν μέρος τοῦ βίου καὶ πᾶν ὑποκείμενον.


Λούκιλλα Οὐῆρον, εἶτα Λούκιλλα: Σέκουνδα Μάξιμον, εἶτα Σέκουνδα: Ἐπιτύγχανος Διότιμον, εἶτα Ἐπιτύγχανος: Φαυστῖναν Ἀντωνῖνος, εἶτα Ἀντωνῖνος. τοιαῦτα πάντα: Κέλερ Ἁδριανόν, εἶτα Κέλερ. οἱ δὲ δριμεῖς ἐκεῖνοι προγνωστικοὶ τετυφωμένοι ποῦ; οἷον, δριμεῖς μὲν Χάραξ καὶ Δημήτριος Πλατωνικὸς καὶ Εὐδαίμων καὶ εἴ τις τοιοῦτος. πάντα ἐφήμερα, τεθνηκότα πάλαι: ἔνιοι μὲν οὐδὲ ἐπ̓ ὀλίγον μνημονευθέντες, οἱ δὲ εἰς μύθους μεταβαλόντες, οἱ δὲ ἤδη καὶ ἐκ μύθων ἐξίτηλοι. τούτων οὖν μεμνῆσθαι ὅτι δεήσει ἤτοι σκεδασθῆναι τὸ συγκριμάτιόν σου σβεσθῆναι τὸ πνευμάτιον μεταστῆναι καὶ ἀλλαχοῦ καταταχθῆναι.


Εὐφροσύνη ἀνθρώπου ποιεῖν τὰ ἴδια ἀνθρώπου, ἴδιον δὲ ἀνθρώπου εὔνοια πρὸς τὸ ὁμόφυλον, ὑπερόρασις τῶν αἰσθητικῶν κινήσεων, διάκρισις τῶν πιθανῶν φαντασιῶν, ἐπιθεώρησις τῆς τῶν ὅλων φύσεως καὶ τῶν κατ̓ αὐτὴν γινομένων.


Τρεῖς σχέσεις: μὲν πρὸς τὸ ἀγγεῖον τὸ περικείμενον, δὲ πρὸς τὴν θείαν αἰτίαν, ἀφ̓ ἧς συμβαίνει πᾶσι πάντα, δὲ πρὸς τοὺς συμβιοῦντας.


πόνος ἤτοι τῷ σώματι κακόν: οὐκοῦν ἀποφαινέσθω: τῇ ψυχῇ: ἀλλ̓ ἔξεστιν αὐτῇ τὴν ἰδίαν αἰθρίαν καὶ γαλήνην διαφυλάσσειν καὶ μὴ ὑπολαμβάνειν ὅτι κακόν. πᾶσα γὰρ κρίσις καὶ ὁρμὴ καὶ ὄρεξις καὶ ἔκκλισις ἔνδον καὶ οὐδὲν ὧδε ἀναβαίνει.


Ἐξάλειφε τὰς φαντασίας συνεχῶς σεαυτῷ λέγων: νῦν ἐπ̓ ἐμοί ἐστιν ἵνα ἐν ταύτῃ τῇ ψυχῇ μηδεμία πονηρία μηδὲ ἐπιθυμία μηδὲ ὅλως ταραχή τις, ἀλλὰ βλέπων πάντα ὁποῖά ἐστι χρῶμαι ἑκάστῳ κατ̓ ἀξίαν. μέμνησο ταύτης τῆς ἐξουσίας κατὰ φύσιν.


Λαλεῖν καὶ ἐν συγκλήτῳ καὶ πρὸς πάνθ̓ ὁντινοῦν κοσμίως, μὴ περιτράνως: ὑγιεῖ λόγῳ χρῆσθαι.


Αὐλὴ Αὐγούστου, γυνή, θυγάτηρ, ἔγγονοι, πρόγονοι, ἀδελφή, Ἀγρίππας, συγγενεῖς, οἰκεῖοι, φίλοι, Ἄρειος, Μαικήνας, ἰατροί, θύται: ὅλης αὐλῆς θάνατος. εἶτα ἔπιθι τὰς ἄλλας ... μὴ καθ̓ ἑνὸς ἀνθρώπου θάνατον, οἷον Πομπηίων. κἀκεῖνο δὲ τὸ ἐπιγραφόμενον τοῖς μνήμασιν: ἔσχατος τοῦ ἰδίου γένους, ἐπιλογίζεσθαι πόσα ἐσπάσθησαν οἱ πρὸ αὐτῶν, ἵνα διάδοχόν τινα καταλίπωσιν, εἶτα ἀνάγκη ἔσχατόν τινα γενέσθαι: πάλιν ὧδε ὅλου γένους θάνατον.


Συντιθέναι δεῖ τὸν βίον κατὰ μίαν πρᾶξιν καὶ εἰ ἑκάστη τὸ ἑαυτῆς παρέχει ὡς οἷόν τε, ἀρκεῖσθαι: ἵνα δὲ τὸ ἑαυτῆς παρέχῃ, οὐδὲ εἷς σε κωλῦσαι δύναται.—ἀλλ̓ ἐνστήσεταί τι ἔξωθεν.—οὐδὲν εἴς γε τὸ δικαίως καὶ σωφρόνως καὶ εὐλογίστως, ἄλλο δέ τι ἴσως ἐνεργητικὸν κωλυθήσεται, ἀλλὰ τῇ πρὸς αὐτὸ τὸ κώλυμα εὐαρεστήσει καὶ τῇ ἐπὶ τὸ διδόμενον εὐγνώμονι μεταβάσει εὐθὺς ἄλλη πρᾶξις ἀντικαθίσταται ἐναρμόσουσα εἰς τὴν σύνθεσιν, περὶ ἧς λόγος.


Ἀτύφως μὲν λαβεῖν, εὐλύτως δὲ ἀφεῖναι.


Εἴ ποτε εἶδες χεῖρα ἀποκεκομμένην πόδα κεφαλὴν ἀποτετμημένην, χωρίς πού ποτε ἀπὸ τοῦ λοιποῦ σώματος κειμένην: τοιοῦτον ἑαυτὸν ποιεῖ, ὅσον ἐφ̓ ἑαυτῷ, μὴ θέλων τὸ συμβαῖνον καὶ ἀποσχίζων ἑαυτὸν ἀκοινώνητόν τι πράσσων. ἀπέρριψαί πού ποτε ἀπὸ τῆς κατὰ φύσιν ἑνώσεως: ἐπεφύκεις γὰρ μέρος: νῦν δὲ σεαυτὸν ἀπέκοψας. ἀλλ̓ ὧδε κομψὸν ἐκεῖνο, ὅτι ἔξεστί σοι πάλιν ἑνῶσαι σεαυτόν. τοῦτο ἄλλῳ μέρει οὐδενὶ θεὸς ἐπέτρεψεν, χωρισθέντι καὶ διακοπέντι πάλιν συνελθεῖν, ἀλλὰ σκέψαι τὴν χρηστότητα τετίμηκε τὸν ἄνθρωπον: καὶ γὰρ ἵνα τὴν ἀρχὴν μὴ ἀπορραγῇ ἀπὸ τοῦ ὅλου ἐπ̓ αὐτῷ ἐποίησε, καὶ ἀπορραγέντι πάλιν ἐπανελθεῖν καὶ συμφῦναι καὶ τὴν τοῦ μέρους τάξιν ἀπολαβεῖν ἐποίησεν.


Ὥσπερ τὰς ἄλλας δυνάμεις ἑκάστῳ τῶν λογικῶν σχεδὸν ὅσον τῶν λογικῶν φύσις, οὕτως καὶ ταύτην παῤ αὐτῆς εἰλήφαμεν. ὃν τρόπον γὰρ ἐκείνη πᾶν τὸ ἐνιστάμενον καὶ ἀντιβαῖνον ἐπιπεριτρέπει καὶ κατατάσσει εἰς τὴν εἱμαρμένην καὶ μέρος ἑαυτῆς ποιεῖ, οὕτως καὶ τὸ λογικὸν ζῷον δύναται πᾶν κώλυμα ὕλην ἑαυτοῦ ποιεῖν καὶ χρῆσθαι αὐτῷ, ἐφ̓ οἷον ἂν καὶ ὥρμησεν.


Μή σε συγχείτω τοῦ ὅλου βίου φαντασία, μὴ συμπερινόει ἐπίπονα οἷα καὶ ὅσα πιθανὸν ἐπιγεγενῆσθαι, ἀλλὰ καθ̓ ἕκαστον τῶν παρόντων ἐπερώτα σεαυτόν: τί τοῦ ἔργου τὸ ἀφόρητον καὶ ἀνύποιστον; αἰσχυνθήσῃ γὰρ ὁμολογῆσαι. ἔπειτα ἀναμίμνῃσκε σεαυτὸν ὅτι οὔτε τὸ μέλλον οὔτε τὸ παρῳχηκὸς βαρεῖ σε, ἀλλ̓ ἀεὶ τὸ παρόν, τοῦτο δὲ κατασμικρύνεται, ἐὰν αὐτὸ μόνον περιορίσῃς καὶ ἀπελέγχῃς τὴν διάνοιαν, εἰ πρὸς τοῦτο ψιλὸν ἀντέχειν μὴ δύναται.


Μήτι νῦν παρακάθηται τῇ Οὐήρου σορῷ Πάνθεια Πέργαμος; τί δέ, τῇ Ἁδριανοῦ Χαβρίας Διότιμος; γελοῖον. τί δέ, εἰ παρεκάθηντο, ἔμελλον αἰσθάνεσθαι; τί δέ, εἰ ᾐσθάνοντο, ἔμελλον ἡσθήσεσθαι; τί δέ, εἰ ἥδοντο, ἔμελλον οὗτοι ἀθάνατοι εἶναι; οὐχὶ καὶ τούτους πρῶτον μὲν γραίας καὶ γέροντας γενέσθαι οὕτως εἵμαρτο, εἶτα ἀποθανεῖν; τί οὖν ὕστερον ἔμελλον ἐκεῖνοι ποιεῖν τούτων ἀποθανόντων; γράσος πᾶν τοῦτο καὶ λύθρος ἐν θυλάκῳ.


Εἰ δύνασαι ὀξὺ βλέπειν, βλέπε κρίνων, φησί, σοφωτάτοις.


Δικαιοσύνης κατεξαναστατικὴν ἀρετὴν οὐχ ὁρῶ ἐν τῇ τοῦ λογικοῦ ζῴου κατασκευῇ, ἡδονῆς δὲ ὁρῶ τὴν ἐγκράτειαν.


Ἐὰν ἀφέλῃς τὴν σὴν ὑπόληψιν περὶ τοῦ λυπεῖν σε δοκοῦντος, αὐτὸς ἐν τῷ ἀσφαλεστάτῳ ἕστηκας.—τίς αὐτός;— λόγος.—ἀλλ̓ οὐκ εἰμὶ λόγος.—ἔστω. οὐκοῦν μὲν λόγος αὐτὸς ἑαυτὸν μὴ λυπείτω, εἰ δέ τι ἄλλο σοι κακῶς ἔχει, ὑπολαβέτω αὐτὸ περὶ αὑτοῦ.


Ἐμποδισμὸς αἰσθήσεως κακὸν ζωτικῆς φύσεως. ἐμποδισμὸς ὁρμῆς ὁμοίως κακὸν ζωτικῆς φύσεως. ἔστι δέ τι ἄλλο ὁμοίως ἐμποδιστικὸν καὶ κακὸν τῆς φυτικῆς κατασκευῆς. οὕτως τοίνυν ἐμποδισμὸς νοῦ κακὸν νοερᾶς φύσεως. πάντα δὴ ταῦτα ἐπὶ σεαυτὸν μετάφερε. πόνος, ἡδονὴ ἅπτεταί σου; ὄψεται αἴσθησις. ὁρμήσαντι ἔνστημα ἐγένετο; εἰ μὲν ἀνυπεξαιρέτως ὥρμας, ἤδη ὡς λογικοῦ κακόν, εἰ δὲ τὸ κοινὸν λαμβάνεις, οὔπω βέβλαψαι οὐδὲ ἐμπεπόδισαι. τὰ μέντοι τοῦ νοῦ ἴδια οὐδεὶς ἄλλος εἴωθεν ἐμποδίζειν: τούτου γὰρ οὐ πῦρ, οὐ σίδηρος, οὐ τύραννος, οὐ βλασφημία, οὐχ ὁτιοῦν ἅπτεται, ὅταν γένηται σφαῖρος κυκλοτερὴς μονίᾐ.


Οὐκ εἰμὶ ἄξιος ἐμαυτὸν λυπεῖν: οὐδὲ γὰρ ἄλλον πώποτε ἑκὼν ἐλύπησα.


Εὐφραίνει ἄλλον ἄλλο, ἐμὲ δέ, ἐὰν ὑγιὲς ἔχω τὸ ἡγεμονικόν, μὴ ἀποστρεφόμενον μήτε ἄνθρωπόν τινα μήτε τι τῶν ἀνθρώποις συμβαινόντων, ἀλλὰ πᾶν εὐμενέσιν ὀφθαλμοῖς ὁρῶν τε καὶ δεχόμενον καὶ χρώμενον ἑκάστῳ κατ̓ ἀξίαν.


Τοῦτον ἰδοὺ τὸν χρόνον σεαυτῷ χάρισαι. οἱ τὴν ὑστεροφημίαν μᾶλλον διώκοντες οὐ λογίζονται ὅτι ἄλλοι τοιοῦτοι μέλλουσιν ἐκεῖνοι εἶναι, οἷοί εἰσιν οὗτοι οὓς βαροῦνται: κἀκεῖνοι δὲ θνητοί. τί δὲ ὅλως πρὸς σέ, ἂν ἐκεῖνοι φωναῖς τοιαύταις ἀπηχῶσιν ὑπόληψιν τοιαύτην περὶ σοῦ ἔχωσιν;


Ἆρόν με καὶ βάλε, ὅπου θέλεις. κἀκεῖ γὰρ ἕξω τὸν ἐμὸν δαίμονα ἵλεων, τουτέστιν, ἀρκούμενον, εἰ ἔχοι καὶ ἐνεργοίη κατὰ τὸ ἑξῆς τῇ ἰδίᾳ κατασκευῇ. Ἆρα τοῦτο ἄξιον, ἵνα δἰ αὐτὸ κακῶς μοι ἔχῃ ψυχὴ καὶ χείρων ἑαυτῆς , ταπεινουμένη, ὀρεγομένη, συνδυομένη, πτυρομένη; καὶ τί εὑρήσεις τούτου ἄξιον;


Ἀνθρώπῳ οὐδενὶ συμβαίνειν τι δύναται οὐκ ἔστιν ἀνθρωπικὸν σύμπτωμα, οὐδὲ βοὶ οὐκ ἔστι βοικόν, οὐδὲ ἀμπέλῳ οὐκ ἔστιν ἀμπελικόν, οὐδὲ λίθῳ οὐκ ἔστι λίθου ἴδιον. εἰ οὖν ἑκάστῳ συμβαίνει καὶ εἴωθε καὶ πέφυκε, τί ἂν δυσχεραίνοις; οὐ γὰρ ἀφόρητόν σοι ἔφερεν κοινὴ φύσις.


Εἰ μὲν διά τι τῶν ἐκτὸς λυπῇ, οὐκ ἐκεῖνό σοι ἐνοχλεῖ, ἀλλὰ τὸ σὸν περὶ αὐτοῦ κρῖμα, τοῦτο δὲ ἤδη ἐξαλεῖψαι ἐπὶ σοί ἐστιν. εἰ δὲ λυπεῖ σέ τι τῶν ἐν τῇ σῇ διαθέσει, τίς κωλύων διορθῶσαι τὸ δόγμα; ὁμοίως δὲ καὶ εἰ λυπῇ ὅτι οὐχὶ τόδε τι ἐνεργεῖς ὑγιές σοι φαινόμενον, τί οὐχὶ μᾶλλον ἐνεργεῖς λυπῇ;—ἀλλὰ ἰσχυρότερόν τι ἐνίσταται.—μὴ οὖν λυποῦ: οὐ γὰρ παρὰ σὲ αἰτία τοῦ μὴ ἐνεργεῖσθαι.—ἀλλὰ οὐκ ἄξιον ζῆν μὴ ἐνεργουμένου τούτου.—ἄπιθι οὖν ἐκ τοῦ ζῆν εὐμενής, καὶ ἐνεργῶν ἀποθνῄσκει, ἅμα ἵλεως τοῖς ἐνισταμένοις.


Μέμνησο ὅτι ἀκαταμάχητον γίνεται τὸ ἡγεμονικόν, ὅταν εἰς ἑαυτὸ συστραφὲν ἀρκεσθῇ ἑαυτῷ, μὴ ποιοῦν τι μὴ θέλει, κἂν ἀλόγως παρατάξηται. τί οὖν, ὅταν καὶ μετὰ λόγου καὶ περιεσκεμμένως κρίνῃ περί τινος; διὰ τοῦτο ἀκρόπολίς ἐστιν ἐλευθέρα παθῶν διάνοια: οὐδὲν γὰρ ὀχυρώτερον ἔχει ἄνθρωπος, ἐφ̓ καταφυγὼν ἀνάλωτος λοιπὸν ἂν εἴη. μὲν οὖν μὴ ἑωρακὼς τοῦτο ἀμαθής, δὲ ἑωρακὼς καὶ μὴ καταφεύγων ἀτυχής.


Μηδὲν πλέον σαυτῷ λέγε ὧν αἱ προηγούμεναι φαντασίαι ἀναγγέλλουσιν. ἤγγελται ὅτι δεῖνά σε κακῶς λέγει. ἤγγελται τοῦτο: τὸ δέ, ὅτι βέβλαψαι, οὐκ ἤγγελται. βλέπω ὅτι νοσεῖ τὸ παιδίον. βλέπω: ὅτι δὲ κινδυνεύει, οὐ βλέπω. οὕτως οὖν μένε ἀεὶ ἐπὶ τῶν πρώτων φαντασιῶν καὶ μηδὲν αὐτὸς ἔνδοθεν ἐπίλεγε καὶ οὐδέν σοι γίνεται: μᾶλλον δὲ ἐπίλεγε ὡς γνωρίζων ἕκαστα τῶν ἐν τῷ κόσμῳ συμβαινόντων.


Σίκυος πικρός; ἄφες. βάτοι ἐν τῇ ὁδῷ; ἔκκλινον. ἀρκεῖ, μὴ προσεπείπῃς: τί δὲ καὶ ἐγένετο ταῦτα ἐν τῷ κόσμῳ; ἐπεὶ καταγελασθήσῃ ὑπὸ ἀνθρώπου φυσιολόγου, ὡς ἂν καὶ ὑπὸ τέκτονος καὶ σκυτέως γελασθείης καταγινώσκων ὅτι ἐν τῷ ἐργαστηρίῳ ξέσματα καὶ περιτμήματα τῶν κατασκευαζομένων ὁρᾷς. καίτοι ἐκεῖνοί γε ἔχουσι ποῦ αὐτὰ ῥίψωσιν, δὲ τῶν ὅλων φύσις ἔξω οὐδὲν ἔχει, ἀλλὰ τὸ θαυμαστὸν τῆς τέχνης ταύτης ἐστὶν ὅτι περιορίσασα ἑαυτὴν πᾶν τὸ ἔνδον διαφθείρεσθαι καὶ γηράσκειν καὶ ἄχρηστον εἶναι δοκοῦν εἰς ἑαυτὴν μεταβάλλει, καὶ ὅτι πάλιν ἄλλα νεαρὰ ἐκ τούτων αὐτῶν ποιεῖ, ἵνα μήτε οὐσίας ἔξωθεν χρῄζῃ μήτε ὅπου ἐκβάλῃ τὰ σαπρότερα προσδέηται. ἀρκεῖται οὖν καὶ χώρᾳ τῇ ἑαυτῆς καὶ ὕλῃ τῇ ἑαυτῆς καὶ τέχνῃ τῇ ἰδίᾳ.


Μήτε ἐν ταῖς πράξεσιν ἐπισύρειν μήτε ἐν ταῖς ὁμιλίαις φύρειν μήτε ἐν ταῖς φαντασίαις ἀλᾶσθαι μήτε τῇ ψυχῇ καθάπαξ συνέλκεσθαι ἐκθόρνυσθαι μήτε ἐν τῷ βίῳ ἀσχολεῖσθαι. Κτείνουσι, κρεανομοῦσι, κατάραις ἐλαύνουσι. τί οὖν ταῦτα πρὸς τὸ τὴν διάνοιαν μένειν καθαράν, φρενήρη, σώφρονα, δικαίαν; οἷον εἴ τις παραστὰς πηγῇ διαυγεῖ καὶ γλυκείᾳ βλασφημοίη αὐτήν, δὲ οὐ παύεται πότιμον ἀναβλύζουσα: κἂν πηλὸν ἐμβάλῃ, κἂν κοπρίαν, τάχιστα διασκεδάσει αὐτὰ καὶ ἐκκλύσει καὶ οὐδαμῶς βαφήσεται. πῶς οὖν πηγὴν ἀέναον ἕξεις καὶ μὴ φρέαρ; ἂν φυλάσσῃς σεαυτὸν πάσης ὥρας εἰς ἐλευθερίαν μετὰ τοῦ εὐμενῶς καὶ ἁπλῶς καὶ αἰδημόνως.


μὲν μὴ εἰδὼς τι ἐστὶ κόσμος, οὐκ οἶδεν ὅπου ἐστίν. δὲ μὴ εἰδὼς πρὸς τι πέφυκεν, οὐκ οἶδεν ὅστις ἐστὶν οὐδὲ τί ἐστι κόσμος. δὲ ἕν τι τούτων ἀπολιπὼν οὐδὲ πρὸς τι αὐτὸς πέφυκεν εἴποι. τίς οὖν φαίνεταί σοι τὸν τῶν κροτούντων ἔπαινον φεύγων διώκων, οἳ οὔθ̓ ὅπου εἰσὶν οὔτε οἵτινές εἰσι γινώσκουσιν;


Ἐπαινεῖσθαι θέλεις ὑπὸ ἀνθρώπου τρὶς τῆς ὥρας ἑαυτῷ καταρωμένου; ἀρέσκειν θέλεις ἀνθρώπῳ ὃς οὐκ ἀρέσκει ἑαυτῷ; ἀρέσκει ἑαυτῷ μετανοῶν ἐφ̓ ἅπασι σχεδὸν οἷς πράσσει;


Μηκέτι μόνον συμπνεῖν τῷ περιέχοντι ἀέρι, ἀλλ̓ ἤδη καὶ συμφρονεῖν τῷ περιέχοντι πάντα νοερῷ. οὐ γὰρ ἧττον νοερὰ δύναμις πάντῃ κέχυται καὶ διαπεφοίτηκε τῷ σπάσαι δυναμένῳ ἤπερ ἀερώδης τῷ ἀναπνεῦσαι δυναμένῳ.


Γενικῶς μὲν κακία οὐδὲν βλάπτει τὸν κόσμον, δὲ κατὰ μέρος οὐδὲν βλάπτει τὸν ἕτερον, μόνῳ δὲ βλαβερά ἐστι τούτῳ ἐπιτέτραπται καὶ ἀπηλλάχθαι αὐτῆς, ὁπόταν πρῶτον οὕτως θελήσῃ.


Τῷ ἐμῷ προαιρετικῷ τὸ τοῦ πλησίον προαιρετικὸν ἐπίσης ἀδιάφορόν ἐστιν, ὡς καὶ τὸ πνευμάτιον αὐτοῦ καὶ τὸ σαρκίδιον. καὶ γὰρ εἰ ὅτι μάλιστα ἀλλήλων ἕνεκεν γεγόναμεν, ὅμως τὰ ἡγεμονικὰ ἡμῶν ἕκαστον τὴν ἰδίαν κυρίαν ἔχει: ἐπεί τοι ἔμελλεν τοῦ πλησίον κακία ἐμοῦ κακὸν εἶναι, ὅπερ οὐκ ἔδοξε τῷ θεῷ, ἵνα μὴ ἐπ̓ ἄλλῳ τὸ ἐμὲ ἀτυχεῖν.


ἥλιος κατακεχύσθαι δοκεῖ καὶ πάντῃ γε κέχυται, οὐ μὴν ἐκκέχυται. γὰρ χύσις αὕτη τάσις ἐστίν: ἀκτῖνες γοῦν αἱ αὐγαὶ αὐτοῦ ἀπὸ τοῦ ἐκτείνεσθαι λέγονται. ὁποῖον δέ τι ἐστὶν ἀκτίς, ἴδοις ἄν, εἰ διά τινος στενοῦ εἰς ἐσκιασμένον οἶκον τὸ ἀφ̓ ἡλίου φῶς εἰσδυόμενον θεάσαιο: τείνεται γὰρ κατ̓ εὐθὺ καὶ ὥσπερ διερείδεται πρὸς τὸ στερέμνιον τι ἂν ἀπαντήσῃ διεῖργον τὸν ἐπέκεινα ἀέρα, ἐνταῦθα δὲ ἔστη καὶ οὐ κατώλισθεν οὐδὲ ἔπεσε. τοιαύτην οὖν τὴν χύσιν καὶ διάχυσιν τῆς διανοίας εἶναι χρή, μηδαμῶς ἔκχυσιν, ἀλλὰ τάσιν, καὶ πρὸς τὰ ἀπαντῶντα κωλύματα μὴ βίαιον μηδὲ ῥαγδαίαν τὴν ἐπέρεισιν ποιεῖσθαι μηδὲ μὴν καταπίπτειν, ἀλλὰ ἵστασθαι καὶ ἐπιλάμπειν τὸ δεχόμενον: αὐτὸ γὰρ ἑαυτὸ στερήσει τῆς αὐγῆς τὸ μὴ παραπέμπον αὐτήν.


τὸν θάνατον φοβούμενος ἤτοι ἀναισθησίαν φοβεῖται αἴσθησιν ἑτεροίαν. ἀλλ̓ εἴτε οὐκέτι αἴσθησιν, οὐδὲ κακοῦ τινος αἰσθήσῃ: εἴτε ἀλλοιοτέραν αἴσθησιν κτήσῃ, ἀλλοῖον ζῷον ἔσῃ καὶ τοῦ ζῆν οὐ παύσῃ.


Οἱ ἄνθρωποι γεγόνασιν ἀλλήλων ἕνεκεν: δίδασκε οὖν φέρε.


Ἄλλως βέλος, ἄλλως νοῦς φέρεται. μέντοι νοῦς καὶ ὅταν εὐλαβῆται καὶ ὅταν περὶ τὴν σκέψιν στρέφηται, φέρεται κατ̓ εὐθὺ οὐδὲν ἧττον καὶ ἐπὶ τὸ προκείμενον.


Εἰσιέναι εἰς τὸ ἡγεμονικὸν ἑκάστου, παρέχειν δὲ καὶ ἑτέρῳ παντὶ εἰσιέναι εἰς τὸ ἑαυτοῦ ἡγεμονικόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: