ἔν τινί φασι συνδείπνῳ παρῆν Σιμωνίδης ὁ Κεῖος καὶ Παυσανίας ὁ Λακεδαιμόνιος. προσέταξεν οὖν ὁ Παυσανίας τῷ Σιμωνίδῃ σοφόν τι εἰπεῖν, ὃ δὲ γελάσας ὁ Κεῖος ῾μέμνησὀ εἶπεν ῾ἄνθρωπος ὤν.᾿ τοῦτο παραχρῆμα μὲν ἐξεφαύλισε Παυσανίας καὶ παρ᾽ οὐδὲν ἔθετο, ὑποτυφόμενος ἤδη ἐς τὸν τοῦ μηδίζειν ἔρωτα, καὶ μεγαλοφρονῶν ἐπὶ τῇ πρὸς βασιλέα ξενίᾳ, ἴσως δὲ καὶ ὑπὸ τοῦ οἴνου παραφερόμενος. ἐπεὶ δὲ ἦν πρὸς τῇ Χαλκιοίκῳ, καὶ διεπάλαιε τῷ λιμῷ καὶ ἔμελλεν ἀποθνήσκειν ἀνθρώπων ἀλγεινότατα, ἀλλὰ τηνικαῦτα ἐμνήσθη τοῦ Σιμωνίδου καὶ ἐξεβόησεν ἐς τρὶς ῾ὦ ξένε Κεῖε, μέγα τι ἄρα χρῆμα ἦν ὁ λόγος σου, ἐγὼ δὲ ὑπ᾽ ἀνοίας οὐδὲν αὐτὸν ᾤμην εἶναι.᾿