Ἀλέξανδρος ὅτε Δαρεῖον εἷλε, γάμους εἱστία καὶ ἑαυτοῦ καὶ τῶν φίλων. ἐνενήκοντα δὲ ἦσαν οἱ γαμοῦντες καὶ ἰσάριθμοι τούτοις οἱ θάλαμοι. ἦν δὲ ὁ ἀνδρὼν ὁ ὑποδεχόμενος καὶ ἑστιῶν αὐτοὺς ἑκατοντάκλινος: καὶ ἑκάστη κλίνη ἀργυρόπους ἦν, ἡ δὲ αὐτοῦ χρυσόπους, καὶ κεκόσμηντο πᾶσαι ἁλουργοῖς καὶ ποικίλοις ἱματίοις ὑφῆς βαρβαρικῆς μέγα τιμίας. συμπαρέλαβε δὲ ἐς τὸ συμπόσιον καὶ τοὺς ἰδιοξένους, καὶ κατέκλινεν ἀντιπροσώπους ἑαυτῷ. ἐν δὲ τῇ αὐλῇ εἱστιῶντο αἵ τε ἄλλαι δυνάμεις, αἱ πεζαὶ καὶ αἱ ναυτικαὶ καὶ οἱ ἱππεῖς καὶ αἱ πρεσβεῖαι δὲ καὶ οἱ παρεπιδημοῦντες Ἕλληνες. καὶ ἐγένετο τὰ δεῖπνα πρὸς σάλπιγγα, τὸ μὲν συγκλητικὸν μέλος ᾀδούσης, ὅτε αὐτοὺς ἐχρῆν παριέναι ἐπὶ τὴν δαῖτα, τὸ δὲ ἀνακλητικόν, [p. 91] ὅτε ἐσήμαινεν ἀπαλλάττεσθαι. πέντε δὲ ἡμέρας καθεξῆς τοὺς γάμους ἔθυεν. ἀφίκοντο δὲ καὶ μουσουργοὶ καὶ ὑποκριταί, οἳ μὲν κωμῳδίας οἳ δὲ τραγῳδίας, πάμπολλοι. ἦσαν δὲ καὶ ἐκ τῆς Ἰνδικῆς θαυματοποιοὶ διαπρέποντες, καὶ ἔδοξαν δὲ αὐτοὶ κρατεῖν τῶν ἄλλων τῶν ἀλλαχόθεν.