ὅτι οἱ συγχορευταὶ Διονύσου Σάτυροι ἦσαν οἱ ὑπ᾽ ἐνίων Τίτυροι ὀνομαζόμενοι. ἔσχον δὲ τὸ ὄνομα ἐκ τῶν τερετισμάτων, οἷς χαίρουσι. Σάτυροι δὲ ἀπὸ τοῦ σεσηρέναι. Σιληνοὶ δὲ ἀπὸ τοῦ σιλλαίνειν: τὸν δὲ σίλλον ψόγον λέγουσι μετὰ παιδιᾶς δυσαρέστου. ἐσθὴς δ᾽ ἦν τοῖς Σιληνοῖς ἀμφίμαλλοι χιτῶνες. αἰνίττεται δὲ ἡ στολὴ τὴν ἐκ τοῦ Διονύσου φυτείαν καὶ τὰ τῶν οἰναρίδων δάση.