ἤδη τινὲς τὴν Μίλωνος τοῦ Κροτωνιάτου περιφερομένην ῥώμην ἐξέβαλον, τοιαῦτα ὑπὲρ αὐτοῦ λέγοντες. Μίλωνος τούτου τὴν ῥοιάν, ἣν ἐν τῇ χειρὶ κατεῖχεν, οὐδεὶς τῶν ἀντιπάλων ἐξελεῖν ἐδύνατο: ἡ δὲ ἐρωμένη αὐτοῦ ῥᾷστα αὐτὴν ἐξῄρει, φιλονεικοῦσα πρὸς αὐτὸν πολλάκις. ἐκ δὴ τούτου νοεῖν ἔσται ὅτι ὁ Μίλων ἰσχυρὸς μὲν τὸ σῶμα ἦν, ἀνδρεῖος δὲ τὴν ψυχὴν οὐκ ἦν.