ἐοίκασιν οἱ ἀρχαῖοι ὑπὲρ τοῦ ἀριθμοῦ τῶν τῆς Νιόβης παίδων μὴ συνᾴδειν ἀλλήλοις. Ὅμηρος μὲν ἓξ λέγει ἄρρενας καὶ τοσαύτας κόρας, Λάσος δὲ δὶς ἑπτὰ λέγει, Ἡσίοδος δὲ ἐννέα καὶ δέκα, εἰ μὴ ἄρα οὐκ εἰσὶν Ἡσιόδου τὰ ἔπη, ἀλλ᾽ ὡς πολλὰ καὶ ἄλλα κατέψευσται αὐτοῦ. Ἀλκμὰν δέκα φησί, Μίμνερμος εἴκοσι, καὶ Πίνδαρος τοσούτους.