ἦσαν ἄρα οἱ σῦς οἱ ἄγριοι ἰατρικῆς ἅμα καὶ θεραπείας οὐκ ἀπαίδευτοι. οὗτοι γοῦν ὅταν αὑτοὺς λαθόντες ὑοσκυάμου φάγωσι, τὰ ἐξόπισθεν ἐφέλκουσι, παρειμένως ἔχοντες ἑαυτῶν, εἶτα σπώμενοι ὅμως ἐπὶ τὰ ὕδατα παραγίνονται, καὶ ἐνταῦθα τῶν καρκίνων ἀναλέγουσι, καὶ ἐσθίουσι προθυμότατα. γίνονται δὲ αὐτοῖς οὗτοι τοῦ πάθους φάρμακον, καὶ ἐργάζονται ὑγιεῖς αὐτοὺς αὖθις.