previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μνήμην δὲ παρακολουθεῖν καὶ τοῖς ζῴοις, καὶ ἴδιον αὐτῶν καὶ τοῦτο εἶναι χωρὶς τῆς ἐς αὐτὴν τέχνης τε καὶ σοφίας, ἣν τερατευόμενοί τινες ἐπινοῆσαι κομπάζουσι, τεκμηριοῖ καὶ ἐκεῖνα. τὸν δεσπότην ὄντα τῶν ἐκ τῆς Ῥωμαίων βουλῆς ἀπέδρα Λ̓νδροκλῆς ὄνομα, οἰκέτης τὴν τύχην, τι κακουργήσας καὶ ἡλίκον οὐκ οἶδα εἰπεῖν. ἧκε δ᾽ οὖν ἐς τὴν Λιβύην, καὶ τὰς μὲν πόλεις ἀπελίμπανε, καὶ τοῦτο δὴ τὸ λεγόμενον ἄστροις αὐτὰς ἐσημαίνετο, προῄει δὲ ἐς τὴν ἐρήμην. φρυγόμενος δὲ ὑπὸ πολλῆς καὶ διαπύρου τῆς ἀκτῖνος, ἀσμένως ὕπαντρόν τινα πέτραν ὑποδραμὼν ἡσύχαζε: λέοντος δὲ ἄρα κοίτη ἥδε πέτρα ἦν. ἐπάνεισι τοίνυν ἐκ θήρας λέων, σκόλοπι βιαίῳ περιπαρεὶς καὶ κολαζόμενος, καὶ ἐντυχὼν τῷ νεανίᾳ εἶδεν αὐτὸν πράως, καὶ σαίνειν ἤρξατο, καὶ προύτεινε τὸν πόδα, καὶ ἐδεῖτο ὡς ἠδύνατο ἐξαιρεθῆναι τὸν σκόλοπα. δὲ τὰ μὲν πρῶτα κατέπτηξεν: ἐπεὶ δὲ πρᾶον τὸν θῆρα ἐθεάσατο καὶ τὸ κατὰ τὸν πόδα συνεῖδε πάθος, ἐξεῖλε τὸ λυποῦν τοῦ ποδός, καὶ τῆς ὀδύνης ἀπήλλαξεν. ἡσθεὶς οὖν τῇ θεραπείᾳ λέων ἰατρεῖά οἱ ἐκτίνων ξένον τε ἐνόμιζε καὶ φίλον, καὶ [p. 199] ὧν ἐθήρα ἐκοινώνει. καὶ μὲν ἐσιτεῖτο ὠμὰ λεόντων νόμος, δὲ ἑαυτῷ ὤπτα: καὶ κοινῆς ἀπέλαυον τραπέζης κατὰ φύσιν τὴν αὑτοῦ ἑκάτερος. καὶ τριῶν μὲν ἐτῶν τὸν τρόπον τοῦτον διεβίωσεν Ἀνδροκλῆς: εἶτα ὑπεράγαν κουριῶν καὶ ὀδαξησμῷ βιαίῳ κατειλημμένος τὸν μὲν λέοντα ἀπολιμπάνει, ἑαυτὸν δὲ μεθίησι τῇ τύχη. εἶτα ἀλώμενον αὐτὸν συλλαβόντες καὶ ὅτου εἴη πυθόμενοι ἐς τὴν Ῥώμην τῷ δεσπότῃ δήσαντες ἀποπέμπουσιν. δὲ ἐφ᾽ οἷς ἠδικήθη εὐθύνει τὸν οἰκέτην, καὶ κατεγνώσθη ἐκεῖνος θηρίοις βορὰ παραδοθῆναι. ἐθηράθη δέ πως καὶ Λίβυς ἐκεῖνος λέων καὶ ἀφείθη ἐν τῷ θεάτρῳ, καὶ νεανίας δὲ ὡς ἀπολούμενος ποτε αὐτῷ ἐκείνῳ τῷ λέοντι σύνοικός τε καὶ σύσκηνος γεγενημένος. καὶ μὲν ἄνθρωπος οὐκ ἐγνώρισε τὸν θῆρα, ἐκεῖνος δὲ παραχρῆμα ἀνέγνω τὸν ἄνθρωπον, καὶ ἔσαινεν αὐτόν, καὶ ὑποκλίνας τὸ πᾶν σῶμα ἔρριπτό οἱ παρὰ τοῖς ποσίν. ὀψὲ δὲ καὶ Ἀνδροκλῆς ἐγνώρισε τὸν ἑαυτοῦ ξένον, καὶ περιλαβὼν τὸν λέοντα ὡς ἥκοντα ἑταῖρον ἐξ ἀποδημίας κατησπάζετο. ἐπεὶ δὲ ἐδόκει γόης, ἐφείθη οἱ καὶ πάρδαλις. ὁρμώσης δὲ αὐτῆς ἐπὶ τὸν Ἀνδροκλέα, λέων ἀμύνων τῷ ποτε ἰασαμένῳ, καὶ κοινῆς τραπέζης μεμνημένος διασπᾷ τὴν πάρδαλιν. οἷα τοίνυν εἰκὸς οἱ θεώμενοι ἐκπλήττονται, καὶ διδοὺς τὰς θέας καλεῖ τὸν Ἀνδροκλέα, καὶ τὸ πᾶν μανθάνει. καὶ θροῦς ἐς τὸ πλῆθος διαρρεῖ, καὶ τὸ σαφὲς δῆμος μαθόντες ἐλευθέρους ἐκβοῶσιν ἀφεῖσθαι καὶ τὸν ἄνδρα καὶ τὸν λέοντα. ἴδιον δὴ τῶν ζῴων καὶ μνήμη. καὶ συνῳδὸν τοῖς προειρημένοις καὶ ἐς τὸ αὐτὸ δέ ἐστιν εὕδοντος ἐν τῇ Σάμῳ ἐπὶ τοῦ κεχηνότος Διονύσου νομίζοιτο ἂν καὶ τὸ φωλιὸν εἰδέναι. καὶ [p. 200] τοῦτο ἀκουέτω Ἐρατοσθένους τε καὶ Εὐφορίωνος καὶ ἄλλων περιηγουμένων αὐτό.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: