κηρύλος δὲ καὶ ἀλκυὼν ὁμόνομοι καὶ σύμβιοι. καὶ γήρᾳ γε παρειμένους αὐτοὺς ἐπιθέμεναι αἱ ἀλκυόνες περιάγουσιν ἐπὶ τῶν καλουμένων μεσοπτερυγίων. ἄνθρωποι δὲ καὶ τῶν ἀνδρῶν ὑπογηρώντων καταφρονοῦσι καὶ πρὸς τὰ μειράκια ἀφορῶσι: καὶ οἱ γήμαντες περὶ τὰς νέας ἠνέμωνται, τῶν ἀφηλικεστέρων γαμετῶν ὤραν μὴ τιθέμενοι, καὶ οὐκ αἰδοῦνται οἱ ἔμφωνοι τῶν ἀλόγων ζῴων βιοῦντες ἀλογώτερον.