ὁ δὲ Ἰνδὸς μάργαρος ῾ἄνω γὰρ εἶπον περὶ τοῦ [p. 372] Ἐρυθραίοὐ λαμβάνεται τρόπῳ τοιῷδε. πόλις ἐστὶν ἧς ἦρχε Σώρας ὄνομα, ἀνὴρ γένους βασιλικοῦ, ὅτε καὶ Βάκτρων ἦρχεν Εὐκρατίδης: ὄνομα δὲ τῇ πόλει Περίμουλα, κατοικοῦσι δὲ αὐτὴν ἄνδρες Ἰχθυοφάγοι. ὅθεν ὁρμωμένους σὺν τοῖς δικτύοις φασὶ τοὺς προειρημένους περιλαμβάνειν ἀγκῶσι μεγάλοις αἰγιαλοῦ κύκλον εὐμεγέθη: γίνεσθαι δὲ τὸν προειρημένον λίθον ἐκ κόγχης στρόμβῳ ἐμφεροῦς μεγάλῳ, νήχεσθαί τε κατὰ ἀγέλας τοὺς μαργάρους, καὶ ἔχειν ἡγεμόνας, ὡς ἐν τοῖς σμήνεσιν αἱ μέλιτται τοὺς καλουμένους βασιλέας: ἀκούω δὲ εἶναι καὶ τοῦτον διαπρεπῆ καὶ τὴν χρόαν καὶ τὸ μέγεθος. ἀγώνισμα δὲ ἄρα ποιοῦνται συλλαβεῖν αὐτὸν οἱ κολυμβηταὶ οἱ ὕφυδροι: τούτου γὰρ ᾑρημένου καὶ τὴν ἀγέλην αἱροῦσι πᾶσαν ἐρήμην ὡς ἂν εἴποι τις καὶ ἀπροστάτευτον οὖσαν: ἀτρεμεῖ γὰρ καὶ οὐκέτι πρόεισιν, οἷα δήπου ποίμνη τὸν νομέα ἀφῃρημένη κατά τινα τύχην ἐχθράν: ὃ δὲ διαφεύγει καὶ μάλα γε σοφῶς ἐξελίττει, καὶ προηγεῖται καὶ σώζει τὸ ὑπήκοον. τοὺς δὲ ληφθέντας ἐν πιθάκναις λέγονται ταριχεύειν: ὅταν δὲ ἡ σὰρξ μυδήσῃ καὶ περιρρυῇ, καταλείπεται ἡ ψῆφος. ἄριστος δὲ ἄρα ὁ Ἰνδικὸς γίνεται καὶ ὁ τῆς θαλάττης τῆς Ἐρυθρᾶς. γίνεται δὲ καὶ κατὰ τὸν Ἑσπέριον ὠκεανόν, ἔνθα ἡ Βρεττανικὴ νῆσός ἐστι: δοκεῖ δέ πως χρυσωπότερος ἰδεῖν εἶναι, τάς τε αὐγὰς ἀμβλυτέρας ἔχειν καὶ σκοτωδεστέρας. γίνεσθαι δέ φησιν Ἰόβας καὶ ἐν τῷ κατὰ Βόσπορον πορθμῷ, καὶ τοῦ Βρεττανικοῦ ἡττᾶσθαι αὐτόν, τῷ δὲ Ἰνδῷ καὶ τῷ Ἐρυθραίῳ μηδὲ τὴν ἀρχὴν ἀντικρίνεσθαι. ὁ δὲ ἐν Ἰνδίᾳ χερσαῖος οὐ λέγεται φύσιν ἔχειν ἰδίαν, ἀλλὰ ἀπογέννημα εἶναι κρυστάλλου, οὐ τοῦ ἐκ τῶν παγετῶν συνισταμένου, ἀλλὰ τοῦ ὀρυκτοῦ. [p. 373]