ἐχίνου θαλαττίου πέρι εἶπον καὶ ἀνωτέρω καὶ νῦν δὲ εἰρήσεται ὅσα προσακήκοα. ἔστι γὰρ καὶ στομάχῳ ἀγαθόν: τὸν τέως γὰρ κακόσιτον ὄντα καὶ πᾶν ὅ τι οὖν βδελυττόμενον ὃ δὲ ἀναρῥ̣̣̓ννυσιν. ἔστι δὲ καὶ κύστεως κενωτικός, ὡς οἱτούτων λέγουσι σοφοί. εἰ δὲ αὐτοῦ ἐπιχρίσειας σώματι ψωριῶντι, ὃ δὲ σῶν ἐργάζεται τὸν τέως νοσοῦντα τὴν νόσον τὴν προειρημένην. καυθεὶς δὲ ἄρα ὀστράκοις αὐτοῖς ἐκκαθαίρει τὰ ῥυπῶντα τῶν τραυμάτων. χερσαίου δὲ ἐχίνου καυθέντος ἡ σποδιὰ πίττῃ προσανακραθεῖσα εἶτα μέντοι καταχρίεται τῶν λειψοτρίχων μερῶν, καὶ αἱ τέως φυγάδες ῾ἵνα τι καὶ παίσὠ ὑπαναφύονται. πινομένη [p. 341] δὲ οἴνῳ νεφροῖς ἀγαθόν ἐστι, σώζει δὲ ἄρα καὶ ὑδεριῶντας ποθεῖσα, ὥσπερ δὴ καὶ προεῖπον. τὸ δὲ ἧπαρ ἄρα τοῦ ἐχίνου τούτου ἰᾶται ὑφ᾽ ἡλίου γενόμενον αὖον τοὺς τῇ νόσῳ τῇ τοῦ καλουμένου ἐλέφαντος