ὑπὸ τῷ ποδὶ δὲ τῶν Ἀλπίων ὀρῶν πρὸς ἄνεμον βορρᾶν ὑπὸ τῇ ἄρκτῳ οὕτω κέκληνται. γένος δὲ οὗτοι ἱππικοὶ ἄνδρες. ἐντεῦθέν τοι καὶ πρόεισιν ὁ τῶν Εὐρωπαίων ποταμῶν μέγιστος Ἴστρος, ἐκ πηγῶν μὲν οὐ πολλῶν, ταῖς δὲ τοῦ ἡλίου προσβολαῖς ταῖς πρώταις ἀντίος. εἶτα οἱονεὶ δορυφοροῦντες αὐτὸν ἅτε τῶν ἐπιχωρίων ῥευμάτων βασιλέα συνανίσχουσίν οἱ πολλοί, καὶ ἀέναον τὸ ῥεῦμα αὐτῶν ἐστι, καὶ ἴσασιν ἑκάστου τὸ ὄνομα οἱ περιοικοῦντες αὐτούς. ὅταν δὲ ἐς τὸν Ἴστρον ἐμβάλωσι, τοῖς μὲν ἡ ἀπὸ γενεᾶς ἐπωνυμία πέπαυται, ἀφίστανταί γε μὴν ἐκείνῳ τοῦ ὀνόματος, καὶ ἐξ αὐτοῦ καλοῦνται πάντες, καὶ συνεκβάλλουσιν ἐς τὸν Εὔξεινον. γίνεται δὲ ἐνταῦθα ἰχθύων γένη διάφορα, κορακῖνοί τε καὶ μύλλοι καὶ ἀντακαῖοι καὶ κυπρῖνοι, μέλανες οὗτοι, καὶ χοῖροί τε καὶ κόσσυφοι ἰδεῖν λευκοί, πέρκαι τε ἐπὶ τούτοις καὶ ξιφίαι. πρέπουσι δὲ τῷ ὀνόματι οἱ ἰχθύες οἵδε, καὶ τὸ μαρτύριον, τὸ μὲν ἄλλο πᾶν σῶμα ἁπαλοί τε εἰσὶ καὶ ἄλυποι προσαπτομένῳ, καὶ ὀδόντές οἱ οὐ πάνυ τι σκολιοὶ οὐδὲ ἀπηνεῖς ἰδεῖν, οὐκ ἄκανθα ἐπὶ τῶν νώτων ὀρθὴ ἐκπέφυκεν, οὐ κατὰ τὸ οὐραῖον: ὃ δέ ἐστι θαῦμα καὶ ἀκούσαντι καὶ ἰδόντι, ὑπ᾽ αὐτὴν τὴν ῥῖνα, δι᾽ ἧς καὶ ἀναπνεῖ καὶ τὸ ῥεῦμα αὐτῷ διαρρεῖ ἐς τὰ βράγχια καὶ ἐκπίπτει, ἐς ὀξύ οἱ προήκει ἡ γένυς, καὶ εὐθεῖά ἐστι καὶ αὐξάνεται [p. 355] κατ᾽ ὀλίγον ἐς μῆκός τε καὶ πάχος, καὶ κητουμένῳ τῷ ἰχθύι συναύξεται καὶ ἐκείνη, καὶ ἔοικε τριήρους ἐμβόλῳ. καὶ διὰ εὐθείας ἐμπίπτων ὁ ξιφίας ἰχθύσι καὶ ἀποκτείνας εἶτα θοινᾶται, καὶ ἀμύνεται δὲ τῷ αὐτῶ τὰ μέγιστα τῶν κητῶν. καὶ ἀχάλκευτόν γε τοῦτο τὸ ὅπλον προσπέφυκέν οἱ, καὶ τέθηκται φύσει. οὐκοῦν οἵδε οἱ ξιφίαι ἐς μέγεθος προήκοντες ἔρχονται καὶ νεὼς ἀντίοι. καὶ νεανιεύονταί γέ τινες λέγοντες ναῦν Βιθυνίδα ἰδεῖν ἀνασπωμένην, ἵνα αὐτῇ πονήσασα ὑπὸ γήρως ἡ τρόπις τύχῃ τῆς δεούσης κομιδῆς. οὐκοῦν προσηλωμένην θεάσασθαι ξιφίου κεφαλήν: τοῦ γὰρ θηρὸς ἐμπήξαντος μὲν τῷ σκάφει τὴν αἰχμὴν τὴν συμφυῆ, ἀποσπάσαι δὲ αὑτὸν πειρωμένου ὑπὸ τῆς ῥύμης τῆς πολλῆς σχισθῆναι μὲν ἀπὸ τοῦ τένοντος τὸ πᾶν σῶμα, τὴν δὲ ἐναπομεῖναι πεπηγμένην, ὡς ἐνέπεσεν ἐξ ἀρχῆς. θηρᾶται δὲ οὗτος ἄρα καὶ ἐν τῇ θαλάττῃ καὶ ἐν τῷ Ἴστρῳ, χαίρει δὲ καὶ πικρῷ ὕδατι καὶ γλυκεῖ ῥεύματι.