τῶν δὲ κητῶν τὰ ὑπέρογκα ἄγαν καὶ τὸ μέγεθος ὑπερήφανα νήχεται μὲν ἐν τοῖς πελάγεσι μέσοις, ἤδη γε μὴν καὶ σκηπτοῖς βάλλεται. πρὸς τούτοις μὲν οὖν καὶ ὅσα ἕτερα σπάνια τοιαῦτα, καὶ ὄνομα τροχὸς αὐτοῖς. καὶ νεῖ κατ᾽ ἀγέλας ταῦτα, μάλιστα μὲν ἐν δεξιᾷ τοῦ Ἄθω τοῦ Θρᾳκίου, ἔν γε τοῖς κόλποις τοῦ ἀπὸ Σιγείου πλέοντα, ἐντυχεῖν δέ ἐστιν αὐτοῖς καὶ κατὰ τὴν ἀντιπέρας ἤπειρον παρά τε τὸν Ἀρταχαίου καλούμενον τάφον καὶ τὸν Ἀκάνθιον ἰσθμόν, ἔνθα τοι καὶ ἡ τοῦ Πέρσου φαίνεται διατομή, ᾗ διέτεμε τὸν Ἄθω. τὰ κήτη δὲ ταῦτα, ἃ καλοῦσι τροχούς, ἄλκιμα μὲν οὔ φασιν εἶναι, λοφιὰν δὲ ὑποφαίνει καὶ ἀκάνθας ὑπερμήκεις, ὡς καὶ πολλάκις ὁρᾶσθαι ἐξάλους αὐτάς. ἀκούσαντα δὲ εἰρεσίας κτύπου περιστρέφεταί τε καὶ κατειλεῖται ὡς ὅτι κατωτάτω ἑαυτὰ ὠθοῦντα: ἔνθεν τοι καὶ τοῦδε τοῦ ὀνόματος μετείληχεν. [p. 334] ἀναπλεῖ δὲ ἀνελιχθέντα καὶ κυλιόμενα ἔμπαλιν.