previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γοητείας ὑπεσπαρμένης αἱμύλου τε καὶ θελκτικῆς τοὺς ὄρνιθας ἕλκει καὶ καθίζει πλησίον ἑαυτῆς: ἤδη δὲ καὶ ἐν ἡμέρᾳ θήρατρα ἕτερα τοῖς ὄρνισι προσείει [p. 18] μωκωμένη καὶ ἄλλοτε ἄλλην ἰδέαν προσώπου στρέφουσα, ὑφ᾽ ὧν κηλοῦνται καὶ παραμένουσιν ἐνεοὶ πάντες ὄρνιθες, ᾑρημένοι δέει καὶ μάλα γε ἰσχυρῷ ἐξ ὧν ἐκείνη μορφάζει. λάβραξ καρίδος ἥττηται, καὶ εἴη ἄν, ἵνα τι καὶ παίσας εἴπω, ἰχθύων ὀψοφαγίστατος. οὐκοῦν ἕλειοι ὄντες τὰς ἑλείους ἐλλοχῶσιν. εἰσὶ γὰρ τῷ γένει τριτταί: καὶ αἳ μὲν αὐτῶν οἵας προεῖπον, αἳ δὲ ἐκ φυκίων, πετραῖαί γε μὴν αἱ τρίται. ἀμύνεσθαι δὲ αὐτοὺς ἀδυνατοῦσαι αἱροῦνται συναποθνήσκειν. καὶ τό γε σόφισμα εἰπεῖν οὐκ ὀκνήσω αὐτῶν. ὅταν γοῦν αἴσθωνται λαμβανόμεναι, τὸ ἐξέχον τῆς κεφαλῆς ῾ἔοικε δὲ τριήρους ἐμβόλῳ καὶ μάλα γε ὀξεῖ, καὶ ἄλλως ἐντομὰς ἔχει δίκην πριόνοσ᾽ τοῦτο τοίνυν αἱ γενναῖαι σοφῶς ἐπιστρέψασαι πηδῶσί τε καὶ ἀναθόρνυνται κοῦφα καὶ ἁλτικά. κέχηνε δὲ λάβραξ μέγα, καὶ ἔστιν οἱ τὰ τῆς δέρης ἁπαλά. οὐκοῦν μὲν συλλαβὼν τὴν καρίδα καμοῦσαν οἴεται δεῖπνον ἕξειν, δὲ ἐν ἐξουσίᾳ τε καὶ εὐρυχωρίᾳ σκιρτᾷ τῆς φάρυγγος ὡς ἂν εἴποις καταχορεύουσα: εἶτα ἐμπήγνυται τῷ δειλαίῳ θηρατῇ τὰ κέντρα, καὶ ἑλκοῦταί οἱ τὰ ἔνδον καὶ ἀνοιδήσαντα αἷμα ἐκβάλλει πολὺ καὶ ἀποπνίγει, καὶ καινότατα δήπου ἀποκτείνασα ἀνῄρηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: