ὁ σκάρος πόας μὲν θαλαττίας σιτεῖται καὶ βρύα: λαγνίστατος δὲ ἄρα ἰχθύων ἁπάντων ἦν, καὶ ἥ γε πρὸς τὸ θῆλυ ἀκόρεστος ἐπιθυμία αὐτῷ ἁλώσεως αἰτία γίνεται. ταῦτα οὖν αὐτῷ συνεγνωκότες οἱ σοφοὶ τῶν ἁλιέων, ἐπιτίθενταί οἱ τὸν τρόπον τοῦτον. ὅταν θῆλυν συλλάβωσιν, ἐνέδησαν ὁρμιᾷ σπάρτου πεποιημένῃ λεπτῇ τοῦ στόματος ἄκρου, καὶ ἐπισύρουσι διὰ τῆς θαλάττης τὸν ἰχθὺν ζῶντα: ἴσασι δὲ εὐνάς τε αὐτῶν καὶ διατριβὰς καὶ ὅπου συναγελάζονται. μόλυβδος δὲ αὐτοῖς πεποίηται βαρὺς τὴν ὁλκήν, περιφερὴς [p. 5] τὸ σχῆμα, καὶ ἔχει μῆκος τριῶν δακτύλων, καὶ διείληπται ἐξ ἄκρων σχοίνῳ, καὶ ἐπισύρει τὸν τεθηραμένον. καὶ κύρτον τις τῶν ἐν τῇ πορθμίδι παραρτήσας ἐπάγεται εὐρὺν τὸ στόμα, καὶ ἐς τὸν ἑαλωκότα τέτραπται σκάρον ὁ κύρτος: βαρεῖται δὲ ἡσυχῆ οὗτος λίθῳ μεμετρημένῳ. οὐκοῦν οἱ ἄρρενες, ὥσπερ οὖν νύμφην ὡρικὴν νεανίαι θεασάμενοι, οἰστροῦνταί τε καὶ μεταθέουσι, καὶ ἐπείγονται φθάσαι ἄλλος ἄλλον καὶ γενέσθαι πλησίον καὶ παραψαῦσαι, ὥσπερ οὖν δυσέρωτες ἄνθρωποι φίλημα ἢ κνίσμα θηρώμενοι ἤ τι ἄλλο κλέμμα ἐρωτικόν. ὁ τοίνυν ἄγων τὸν θῆλυν ἡσυχῆ καὶ πεφεισμένως, λοχῶν τε καὶ ἐπιβουλεύων εὐθὺ τοῦ κύρτου σὺν τῇ ἐρωμένῃ, φαίης ἄν, τοὺς ἐραστὰς ἄγει. γενομένων δὲ ὁμοῦ τῷ κύρτῳ, τὸν μὲν μόλυβδον μεθῆκεν ὁ θηρατὴς ἐς τὸ ἔσω: ὃ δὲ ἄρα ἐμπίπτων σὺν τῇ ὁρμιᾷ κατασπᾷ καὶ τὸν θῆλυν. οὐκοῦν συνεσρεύσαντες ἑαλώκασι, καὶ διδόασι δίκην ὁρμῆς ἀφροδισίου ταύτην οἱ σκάροι.