ὁ μὲν ἀγὼν οὗτος, ὦ ἄνδρες δικασταί, ἐρημότερος γεγένηται ἢ ἐγὼ προσεδόκων. πολλοὶ γὰρ ἦσαν οἱ ἀπειλοῦντες καὶ οἱ φάσκοντες Φιλοκράτους κατηγορήσειν: ὧν οὐδεὶς νυνὶ φαίνεται. ὃ κἀμοὶ δοκεῖ οὐδενὸς ἔλαττον εἶναι τεκμήριον τῆς ἀπογραφῆς ὅτι ἀληθὴς οὖσα τυγχάνει: εἰ γὰρ μὴ πολλὰ τῶν Ἐργοκλέους εἶχε χρημάτων, οὐκ ἂν οὕτως οἷός τ᾽ ἦν ἀπαλλάξαι τοὺς κατηγόρους.