previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

13. [3] ὅτι τοιαῦτα ἐπὶ τῷ ἐκείνου φόνῳ φρονῶν καὶ πράττων χαίρειν 1 τῇ τῶν βαρβάρων ἀδελφῶν διχοστασίᾳ ὡς καὶ μέγα τι κακὸν ἐκ τούτου τῶν Πάρθων πεισομένων. οὐ μέντοι καὶ τὰ Κελτικὰ ἔθνη οὔθ᾽ ἡδονὴν οὔτε σοφίας ἀνδρείας προσποίησίν τινα ἤνεγκεν, ἀλλὰ καὶ πάνυ καὶ ἀπατεῶνα καὶ εὐήθη καὶ δειλότατον αὐτὸν ἐξήλεγξεν ὄντα.” Exc. Val. 372 (p. 749).[4] ὅτι Ἀντωνῖνος ἐς τοὺς Ἀλαμαννοὺς 2 στρατεύσας διέταττεν, εἴ πού τι χωρίον ἐπιτήδειον πρὸς ἐνοίκησιν εἶδεν, ‘ἐνταῦθα φρούριον τειχισθήτω, ἐνταῦθα πόλις οἰκοδομηθήτω.’ καὶ [p. 310] ἐπωνυμίας γέ τινας τοῖς τόποις ἀφ᾽ ἑαυτοῦ ἐπωνόμαζε, τῶν ἐπιχωρίων μὴ ἀλλοιουμένων: οἱ μὲν γὰρ ἠγνόουν, οἱ δὲ παίζειν αὐτὸν ἐδόκουν. [5] ἐξ οὗ δὴ καταφρονήσας αὐτῶν οὐδὲ ἐκείνων ἀπέσχετο, ἀλλ᾽ οἷς συμμαχήσων ἀφῖχθαι ἔλεγεν, τούτους 3 τὰ τῶν πολεμιωτάτων ἔδρασε: συνεκάλεσε γὰρ τὴν ἡλικίαν αὐτῶν ὡς καὶ μισθοφορήσουσαν, καὶ πᾶσαν ἀπὸ παραγγέλματος, αὐτὸς τὴν ἀσπίδα ἀναδείξας, ἐνεκυκλώσατο καὶ κατέκοψε, καὶ τοὺς λοιπούς, περιπέμψας ἱππέας, συνέλαβεν.” Exc. Val. 373 (p. 749).[6] ὅτι Ἀντωνῖνος Πανδίονα, ἄνδρα πρότερον μὲν ἡνιόχων ὑπηρέτην γενόμενον, ἐν δὲ τῷ πολέμῳ τῷ πρὸς Ἀλαμαννοὺς 4 ἀρματηλατοῦντα αὐτῷ καὶ κατὰ τοῦτο καὶ ἑταῖρον ὄντα καὶ συστρατιώτην, ἐπῄνεσεν ἐν τῇ γερουσίᾳ διὰ γραμμάτων ὡς καὶ ἐκ κινδύνου τινὸς ἐξαισίου ὑπ᾽ αὐτοῦ σωθείς, οὐδ᾽ ᾐσχύνθη πλείονα ἐκείνῳ χάριν τοῖς στρατιώταις, οὓς καὶ ἡμῶν ἀεὶ κρείττους ἦγεν, ἔχων. 5Exc. Val. 374 (p. 749).[7] ὅτι τῶν ἐλλογιμωτάτων οὓς ἔσφαξεν Ἀντωνῖνος ἀτάφους τινὰς ῥίπτεσθαι ἐκέλευσε. 6Exc. Val. 375 (p. 749).ὅτι τὸ τοῦ Σύλλου μνημεῖον ἀναζητήσας ἐπεσκεύασε, 7 τῷ τε Μεσομήδει τῷ τοὺς κιθαρῳδικοὺς νόμους συγγράψαντι κενοτάφιον ἔχωσε, τῷ μὲν ὅτι καὶ κιθαρῳδεῖν ἐμάνθανεν, ἐκείνῳ δὲ ὅτι τὴν ὠμότητα αὐτοῦ ἐζήλου.” Exc. Val. 376 (p. 749)=Suid. s. v. *mesomh/dhs.[p. 312]

1 xai/rein, e)/xaire Bk., xai/rein e)/fh Bs.

2 *)alamannou/s Bk., a)lbanou/s cod. Peri.

3 tou/tous Reim., tou/tois cod. Peir.

4 *)alamannou/s Bk., a)lambannou/s cod. Peir.

5 h)=gen e)/xwn Bk., ei)=xen cod. Peir.

6 e)ke/leuse Val., e)ke/leuen cod. Peir.

7 e)peskeu/ase Suid., e)peskeu/azen cod. Peir.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: