previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8. ἐδίδου τιμάς. πρός τε τὴν βουλὴν λόγον ἀναγινώσκων, καὶ τὴν μὲν Σύλλου καὶ Μαρίου καὶ Αὐγούστου αὐστηρίαν τε καὶ ὠμότητα ὡς ἀσφαλεστέραν ἐπαινῶν, τὴν δὲ Πομπηίου καὶ 1 Καίσαρος ἐπιείκειαν ὡς ὀλεθρίαν αὐτοῖς ἐκείνοις γεγενημένην κακίζων, ἀπολογίαν τινὰ ὑπὲρ τοῦ [2] Κομμόδου ἐπήγαγε, καθαπτόμενος τῆς βουλῆς ὡς οὐ 2 δικαίως ἐκεῖνον ἀτιμαζούσης, εἴγε καὶ αὐτῆς οἱ πλείους αἴσχιον βιοτεύουσιν. ‘εἰ γὰρ τοῦτο ἦνἔφηδεινόν, ὅτι αὐτοχειρίᾳ ἐφόνευεν ἐκεῖνος θηρία, ἀλλὰ καὶ ὑμῶν τις χθὲς καὶ πρῴην ἐν Ὠστίοις, 3 ὑπατευκὼς γέρων, δημοσίᾳ μετὰ πόρνης [3] πάρδαλιν μιμουμένης ἔπαιζεν. ἀλλ᾽ ἐμονομάχει νὴ Δία. ὑμῶν δ᾽ οὐδεὶς μονομαχεῖ; πῶς οὖν καὶ ἐπὶ τί τάς τε ἀσπίδας αὐτοῦ καὶ τὰ κράνη τὰ χρυσᾶ ἐκεῖνα ἐπρίαντό τινες;’ ἀναγνοὺς δὲ [p. 214] ταῦτα τριάκοντα μὲν καὶ πέντε ἀπέλυσε τῶν τὰ [4] Ἀλβίνου φρονῆσαι αἰτιαθέντων, καὶ ὡς μηδεμίαν τὸ παράπαν αἰτίαν ἐσχηκόσιν αὐτοῖς προσεφέρετο ῾ἦσαν δὲ ἐν τοῖς πρώτοις τῆς γερουσίασ᾽, ἐννέα δὲ καὶ εἴκοσιν ἀνδρῶν θάνατον κατεψηφίσατο, ἐν οἷς ἄρα καὶ Σουλπικιανὸς τοῦ Περτίνακος πενθερὸς ἠριθμεῖτο.” Xiph. 304, 22-308, 21 R. St.[5] ὅτι πάντες μὲν ἐπλάττοντο τὰ Σευήρου φρονεῖν, ἠλέγχοντο δὲ ἐν ταῖς αἰφνιδίοις ἐπαγγελίαις, μὴ δυνάμενοι ἐπικαλύπτειν τὸ ἐν τῇ ψυχῇ κεκρυμμένον: τῆς γὰρ ἀκοῆς ἐξαπίνης αὐτοῖς προσπιπτούσης ἀφυλάκτως ἐκινοῦντο, καὶ ὑπὸ τούτων καὶ ὑπὸ τῆς ὄψεως καὶ τῶν ἠθῶν ὡς ἕκαστοι κατάδηλοι ἐγίνοντο. τινὲς δὲ καὶ ἐκ τοῦ σφόδρα προσποιεῖσθαι πλέον ἐγινώσκοντο.” Petr. Patr. exc.Vat. 130 (p. 227 Mai.=p. 210, 19-26 Dind.) “ ”

1 kai\ supplied by R. Steph.

2 ou) supplied by R. Steph.

3 *)wsti/ois Bk., o)sti/ois *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: