previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

24.οὐκ ἀγανακτήσων, συστρατιῶται, ἀλλ᾽ 1 ὀδυρούμενος 2 παρελήλυθα. χαλεπαίνειν μὲν γὰρ τί δεῖ πρὸς τὸ δαιμόνιον, πάντα ἔξεστιν; ὀλοφύρεσθαι δὲ ἴσως ἀνάγκη τοὺς ἀδίκως δυστυχοῦντας: καὶ ἐμοὶ νῦν συμβέβηκε. πῶς γὰρ οὐ δεινὸν πολέμοις ἡμᾶς ἐκ πολέμων συμφέρεσθαι; πῶς δ᾽ οὐκ ἄτοπον καὶ ἐμφυλίῳ συμπλακῆναι; [2] πῶς οὐκ ἀμφότερα καὶ δεινότητι καὶ ἀτοπίᾳ νικᾷ τὸ μηδὲν πιστὸν ἐν ἀνθρώποις εἶναι, ἀλλ᾽ ἐπιβεβουλεῦσθαί τέ με ὑπὸ τοῦ φιλτάτου καὶ ἐς ἀγῶνα ἀκούσιον καθίστασθαι μήτε τι ἠδικηκότα μήτε τι πεπλημμεληκότα; τίς μὲν γὰρ ἀρετὴ ἀσφαλής, τίς δὲ φιλία ἔτι νομισθήσεται ἐμοῦ ταῦτα πεπονθότος; πῶς δ᾽ οὐκ ἀπόλωλε μὲν πίστις, ἀπόλωλε δὲ ἐλπὶς ἀγαθή; [3] ἀλλ᾽ εἰ μὲν μόνος ἐγὼ ἐκινδύνευον, παρ᾽ οὐδὲν ἂν τὸ πρᾶγμα ἐποιησάμην ῾οὐ γάρ που 3 καὶ ἀθάνατος ἐγεννήθην᾽: ἐπεὶ δὲ δημοσία τε ἀπόστασις, μᾶλλον δὲ ἐπανάστασις γέγονε, καὶ πόλεμος πάντων ὁμοίως ἡμῶν ἅπτεται, ἐβουλόμην, εἰ οἷόν τε ἦν, προσκαλέσασθαι τὸν Κάσσιον καὶ δικαιολογήσασθαι πρὸς αὐτὸν παρ᾽ ὑμῖν [4] παρὰ τῇ γερουσίᾳ: καὶ ἡδέως ἂν ἀμαχεὶ παρεχώρησα αὐτῷ τῆς ἡγεμονίας, εἰ τοῦτο τῷ κοινῷ συμφέρειν ἐδεδόχει, ὑπὲρ τοῦ κοινοῦ γὰρ καὶ πονῶν καὶ κινδυνεύων διατελῶ, τοσοῦτόν τε ἐνταυθοῖ χρόνον ἔξω τῆς Ἰταλίας πεποίηκα, ἄνθρωπος καὶ γέρων ἤδη καὶ ἀσθενὴς καὶ οὔτε τροφὴν ἄλυπον οὔθ᾽ ὕπνον ἄφροντιν λαβεῖν δυνάμενος. [p. 42]

’”

1 a)ll' Bk., h)\ *wC.

2 o)durou/menos H. Steph., o)duro/menos *wC.

3 pou Bk., pw *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: