previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

55. κατὰ δὲ δὴ τὸν αὐτὸν τοῦτον χρόνον καὶ Πτολεμαῖος, καίτοι τῶν Ῥωμαίων τήν τε ἐπικουρίαν ἀπεψηφισμένων καὶ πρὸς τὰς δωροδοκίας τὰς ὑπ᾽ 1 αὐτοῦ γενομένας δεινῶς ἔτι καὶ τότε διακειμένων, [p. 388] κατήχθη καὶ τὴν βασιλείαν ἐκομίσατο. [2] ἔπραξαν δὲ τοῦτο τε Πομπήιος καὶ Γαβίνιος: τοσοῦτον γὰρ αἵ τε δυναστεῖαι καὶ αἱ τῶν χρημάτων περιουσίαι καὶ παρὰ τὰ ψηφίσματα τά τε [3] τοῦ δήμου καὶ τὰ τῆς βουλῆς ἴσχυσαν, ὥστε ἐπιστείλας μὲν Πομπήιος τῷ Γαβινίῳ τῆς Συρίας τότε ἄρχοντι, στρατεύσας δὲ ἐκεῖνος, μὲν τῇ χάριτι δὲ τῇ δωροληψίᾳ καὶ ἄκοντος αὐτὸν τοῦ κοινοῦ κατήγαγον, μηδὲν μήτε ἐκείνου μήτε [4] τῶν τῆς Σιβύλλης χρησμῶν φροντίσαντες. καὶ ἐκρίθη μὲν ὕστερον ἐπὶ τούτῳ Γαβίνιος, οὐχ ἐάλω δὲ διά τε τὸν Πομπήιον καὶ διὰ τὰ χρήματα: οὕτω γάρ που τὰ πράγματα τοῖς τότε Ῥωμαίοις συνεκέχυτο 2 ὥστε ἀπὸ πολλῶν ὧν ἐδωροδόκησε σμικρὰ ἄττα τῶν τε ἀρχόντων τινὲς καὶ τῶν δικαστῶν παρ᾽ αὐτοῦ λαβόντες οὔτε τοῦ προσήκοντός τι προετίμησαν, καὶ προσέτι καὶ τοὺς ἄλλους κακουργεῖν ὑπὲρ 3 χρημάτων ἐξεδίδαξαν ὡς καὶ [5] τὴν τιμωρίαν ῥᾳδίως ἐξωνεῖσθαι δυναμένους. τότε μὲν οὖν διὰ ταῦτα ἀφείθη, αὖθις δὲ ἐπί τε ἑτέροις τισί, καὶ ὅτι πλέον μυρίας ἐκ τῆς ἀρχῆς μυριάδας ἥρπασε, κριθεὶς ἑάλω. καὶ ἐκείνῳ τε τοῦτο παραδοξότατον συνέβη ῾τῆς τε γὰρ προτέρας δίκης διὰ τὰ χρήματα ἀπελύθη, καὶ ἐπὶ τούτοις δι᾽ [6] ἐκείνην ὅτι μάλιστα κατεδικάσθη 4᾿ καὶ τῷ Πομπηίῳ, ὅτι τὸ μὲν πρότερον, καίτοι πόρρω που ὤν, ἐρρύσατο τὸν Γαβίνιον διὰ τῶν ἑταίρων, τότε δὲ ἔν τε τῷ προαστείῳ ὢν καὶ τρόπον τινὰ καὶ ἐν τῷ δικαστηρίῳ αὐτῷ παρὼν οὐδὲν ἤνυσεν. [p. 390]

1 u(p' St., a)p' L.

2 suneke/xuto Oddey, sune/xuto L.

3 u(pe\r Rk., u(po\ L.

4 katedika/sqh Rk., e)dika/sqh L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: