previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ πράξεως ποιότητος δὲ τῆς πράξεως τὴν κυρίαν ἐπέχων λαμβάνεται κατὰ τρόπους δύο, ἀπὸ τοῦ τε ἡλίου καὶ τοῦ μεσουρανοῦντος ζῳδίου. σκοπεῖν γὰρ δεήσει τόν τε τὴν φάσιν ἑῴαν ἔγγιστα πρὸς ἥλιον πεποιημένον καὶ τὸν ἐπὶ τοῦ μεσουρανήματος, ὅταν μάλιστα τὴν συναφὴν τῆς σελήνης ἐπέχῃ. κἂν μὲν αὐτὸς ἀστὴρ ἀμφότερα ἔχων τὰ εἰρημένα, τούτῳ μόνῳ [p. 382] προσχρηστέον: ὁμοίως δὲ κἂν τὸ ἕτερον μηδεὶς ἔχῃ, τῷ τὸ ἕτερον εἰληφότι μόνῳ. ἐὰν δὲ ἕτερος τὴν ἔγγιστα φάσιν πεποιημένος καὶ ἕτερος τῷ μεσουρανήματι καὶ τῇ σελήνῃ συνοικειούμενος, ἀμφοτέροις προσχρηστέον, τὰ πρωτεῖα διδόντας τῷ κατὰ ἐπικράτησιν πλείους ἔχοντι ψήφους οἰκοδεσποτίας καθ̓ ὃν προεκτεθείμεθα τρόπον. ἐὰν δὲ μηδεὶς εὑρίσκηται μήτε φάσιν πεποιημένος μήτε ἐπὶ τοῦ μεσουρανήματος, τὸν κύριον αὐτοῦ παραληπτέον, πρὸς ἐπιτηδεύσεις μέντοι τὰς κατὰ καιρούς: ἄπρακτοι γὰρ ὡς ἐπὶ πᾶν οἱ τοιοῦτοι γίνονται. μὲν οὖν τῆς πράξεως τὴν οἰκοδεσποτίαν λαβὼν ἀστὴρ οὕτως ἡμῖν διακριθήσεται: τὸ δὲ ποιὸν τῶν πράξεων ἔκ τε τῆς ἰδιοτροπίας τῶν τριῶν ἀστέρων Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ καὶ ἐκ τῆς τῶν ζῳδίων ἐν οἷς ἂν τύχωσι παραπορευόμενοι. μὲν γὰρ τοῦ Ἑρμοῦ τὸ πράττειν παρέχων, ὡς ἄν τις εἴποι τυπωδῶς, ποιεῖ γραμματέας, πραγματευτικούς, λογιστάς, διδασκάλους, ἐμπόρους, τραπεζίτας, μάντεις, ἀστρολόγους, θύτας καὶ ὅλως τοὺς ἀπὸ γραμμάτων καὶ ἑρμηνείας καὶ δόσεως καὶ λήψεως ἐργαζομένους: κἂν μὲν τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ἀλλοτρίων οἰκονόμους ὀνειροκρίτας ἐν ἱεροῖς τὰς ἀναστροφὰς ποιουμένους προφάσει μαντειῶν καὶ ἐνθουσιασμῶν: ἐὰν δὲ τοῦ Διός, [p. 384] νομογράφους, ῥήτορας, σοφιστάς, μετὰ προσώπων μειζόνων ἔχοντας τὰς ἀναστροφάς. δὲ τῆς Ἀφροδίτης τὸ πράττειν παρέχων ποιεῖ τοὺς παῤ ὀσμαῖς ἀνθέων μύρων οἴνοις χρώμασιν βαφαῖς ἀρώμασιν κόσμοις τὰς πράξεις ἔχοντας, οἷον μυροπώλας, στεφανηπλόκους, ἐκδοχέας, οἰνεμπόρους, φαρμακοπώλας, ὑφάντας, ἀρωματοπώλας, ζωγράφους, βαφέας, ἱματιοπώλας: κἂν μὲν τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ἐμπόρους τῶν πρὸς ἀπόλαυσιν καὶ κόσμον, γόητας δὲ καὶ φαρμακοὺς καὶ προαγωγοὺς καὶ τοὺς ἐκ τῶν ὁμοίων τούτοις πορίζοντας: ἐὰν δὲ τοῦ Διός, ἀθλητὰς στεφανηφόρους, τιμῶν καταξιουμένους, ὑπὸ θηλυκῶν προσώπων προβιβαζομένους. δὲ τοῦ Ἄρεως μετὰ μὲν τοῦ ἡλίου συσχηματισθεὶς τοὺς διὰ πυρὸς ἐργαζομένους ποιεῖ, οἷον μαγείρους, χωνευτάς, καύστας, χαλκέας, μεταλλευτάς: χωρὶς δὲ τοῦ ἡλίου τυχών, τοὺς διὰ σιδήρου, οἷον ναυπηγούς, τέκτονας, γεωργούς, λατόμους, λιθοξόους, λιθουργούς, ξυλοσχίστας, ὑπουργούς: κἂν μὲν τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ναυτικούς, ἀντλητάς, ὑπονομευτάς, ζῳγράφους, θηριοτρόφους, μαγείρους, παρασχιστάς: ἐὰν δὲ τοῦ Διός, στρατιώτας, [p. 386] ὑπηρέτας, τελώνας, πανδοκέας, πορθμέας, θυσιουργούς. Πάλιν δὲ δύο τῶν τὰς πράξεις παρεχομένων εὑρεθέντων, ἐὰν μὲν τοῦ Ἑρμοῦ καὶ τῆς Ἀφροδίτης λάβωσι τὴν οἰκοδεσποτίαν, ἀπὸ Μούσης καὶ ὀργάνων καὶ μελωδιῶν ποιημάτων καὶ ῥυθμῶν ποιοῦσι τὰς πράξεις, καὶ μάλισθ̓ ὅταν τοὺς τόπους ὦσιν ἀμφιλελαχότες: ἀποτελοῦσι γὰρ θυμελικούς, ὑποκριτάς, σωματεμπόρους, ὀργανοποιούς, χορευτάς, χορδοστρόφους, ζῳγράφους, ὀρχηστάς, ὑφάντας, κηροπλάστας: κἂν μὲν τοῦ Κρόνου πάλιν αὐτοῖς μαρτυρήσῃ, ποιεῖ τοὺς περὶ τὰ προειρημένα γένη καὶ τοὺς γυναικείους κόσμους ἐμπορευομένους: ἐὰν δὲ τοῦ Διός, δικολόγους, λογιστηρίων προισταμένους, ἐν δημοσίοις ἀσχολουμένους, παίδων διδασκάλους, ὄχλων προεστῶτας. Ἐὰν δὲ τοῦ Ἑρμοῦ καὶ τοῦ Ἄρεως ἅμα τὴν κυρίαν λάβωσι τῆς πράξεως, ποιοῦσιν ἀνδριαντοποιούς, ὁπλουργούς, ἱερογλύφους, ζῳοπλάστας, παλαιστάς, ἰατρούς, χειρουργούς, κατηγόρους, μοιχικούς, κακοπράγμονας, πλαστογράφους: κἂν μὲν τοῦ Κρόνου αὐτοῖς μαρτυρήσῃ, φονέας, λωποδύτας, ἅρπαγας, λῃστάς, ἀπελάτας, ῥᾳδιούργους: ἐὰν δὲ τοῦ Διός, φιλόπλους φιλομονομάχους, δράστας, δεινούς, [p. 388] φιλοπράγμονας, ἀλλοτρίων ὑπεξερχομένους καὶ διὰ τῶν τοιούτων πορίζοντας. Ἐὰν δὲ τῆς Ἀφροδίτης καὶ τοῦ Ἄρεως ἅμα τὴν οἰκοδεσποτίαν λάβωσι τῆς πράξεως, ποιοῦσι βαφέας, μυρεψούς, κασσιτεροποιούς, μολυβδουργούς, χρυσοχόους, ἀργυροκόπους, γεωργούς, ὁπλορχηστάς, φαρμακοποιούς, ἰατροὺς τοὺς διὰ τῶν φαρμάκων ταῖς θεραπείαις χρωμένους: κἂν μὲν τοῦ Κρόνου αὐτοῖς μαρτυρήσῃ, ἱερῶν ζῴων θεραπευτάς, ἀνθρώπων ἐνταφιαστάς, θρηνωδούς, τυμβαύλας, ἐνθουσιαστάς, ὅπου μυστήρια καὶ θρῆνοι καὶ αἱμαγμοὶ τὰς ἀναστροφὰς ποιουμένους: ἐὰν δὲ τοῦ Διός, ἱεροπροσπλόκους, οἰωνιστάς, ἱεροφόρους, γυναικῶν προϊσταμένους, γάμων καὶ συνεπιπλοκῶν ἑρμηνέας καὶ διὰ τῶν τοιούτων ζῶντας, ἀπολαυστικῶς ἅμα καὶ ῥιψοκινδύνως. Καὶ τῶν ζῳδίων δὲ ἐν οἷς ἂν ὦσιν οἱ τὸ πράττειν παρέχοντες αἱ κατ̓ εἶδος ἰδιοτροπίαι συμβάλλονταί τι πρὸς τὸ ποικίλον τῶν πράξεων. τὰ μὲν γὰρ ἀνθρωπόμορφα συνεργεῖ πως πρὸς πάσας τὰς ἐπιστημονικὰς καὶ περὶ τὴν ἀνθρωπίνην χρείαν καταγινομένας: τὰ δὲ τετράποδα πρὸς τὰς μεταλλικὰς καὶ ἐμπορικὰς καὶ οἰκοδομικὰς καὶ τεκτονικάς: τὰ δὲ τροπικὰ καὶ ἰσημερινὰ πρὸς τὰς ἑρμηνευτικὰς καὶ μεταβολικὰς καὶ μετρητικὰς καὶ γεωργικὰς [p. 390] καὶ ἱερατικάς: τὰ δὲ χερσαῖα καὶ τὰ κάθυγρα πρὸς τὰς ἐν ὑγροῖς δἰ ὑγρῶν καὶ τὰς βοτανικὰς καὶ ναυπηγικάς: ἔτι τε περὶ ταφὰς ταριχείας ἁλείας. Ἰδίως δὲ πάλιν σελήνη ἐὰν τὸν πρακτικὸν τόπον ἐπισχῇ, τὸν ἀπὸ συνόδου δρόμον ποιουμένη σὺν τῷ τοῦ Ἑρμοῦ, ἐν μὲν Ταύρῳ καὶ Αἰγόκερῳ καὶ Καρκίνῳ ποιεῖ μάντεις, θύτας, λεκανομάντεις: ἐν δὲ Τοξότῃ καὶ Ἰχθύσι νεκρομάντεις καὶ δαιμόνων κινητικούς: ἐν δὲ Παρθένῳ καὶ Σκορπίῳ μάγους, ἀστρολόγους, ἀποφθεγγομένους, προγνώσεις ἔχοντας: ἐν δὲ Ζυγῷ καὶ Κριῷ καὶ Λέοντι θεολήπτους, ὀνειροκρίτας, ἐξορκιστάς. Τὸ μὲν οὖν αὐτῶν τῶν πράξεων εἶδος διὰ τῶν τοιούτων κατὰ τὸ συγκρατικὸν εἶδος δεήσει καταστοχάζεσθαι: τὸ δὲ μέγεθος αὐτῶν ἐκ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων δυνάμεως. ἀνατολικοὶ μὲν γὰρ ὄντες ἐπίκεντροι ποιοῦσι τὰς πράξεις αὐθεντικάς: δυτικοὶ δὲ ἀποκεκλικότες τῶν κέντρων, ὑποτακτικάς: καὶ ὑπὸ μὲν ἀγαθοποιῶν καθυπερτερούμενοι μεγάλας καὶ ἐπιδόξους καὶ ἐπικερδεῖς καὶ ἀπταίστους καὶ ἐπαφροδίτας, ὑπὸ δὲ κακοποιῶν ταπεινὰς καὶ ἀδόξους καὶ ἀπερικτήτους καὶ ἐπισφαλεῖς: Κρόνου μὲν ἐναντιουμένου καταψύξεις καὶ [p. 392] χρωματοκρασίας, Ἄρεως δὲ καταρριψοκινδυνίας καὶ περιβοησίας, ἀμφοτέρων δὲ κατὰ τὰς τελείας ἀναστασίας, τοῦ καθολικοῦ χρόνου τῆς αὐξήσεως τῆς ταπεινώσεως πάλιν θεωρουμένου διὰ τῆς τῶν αἰτίων τοῦ ἀποτελέσματος ἀστέρων πρὸς τὰ ἑῷα καὶ τὰ ἑσπέρια κέντρα ἀεὶ διαθέσεως.

hide References (20 total)
  • Cross-references to this page (20):
    • Dictionary of Greek and Roman Geography (1854), APOLLO´NIA
    • Dictionary of Greek and Roman Geography (1854), ASBYSTAE
    • Dictionary of Greek and Roman Geography (1854), AUTO´MALA
    • Dictionary of Greek and Roman Geography (1854), BAECOLICUS MONS
    • Dictionary of Greek and Roman Geography (1854), BORE´UM
    • Dictionary of Greek and Roman Geography (1854), CYRENA´ICA
    • Dictionary of Greek and Roman Geography (1854), HE´RCULIS ARENAE
    • Dictionary of Greek and Roman Geography (1854), HESPE´RIDES
    • Dictionary of Greek and Roman Geography (1854), LATHON
    • Dictionary of Greek and Roman Geography (1854), MACATU´TAE
    • Dictionary of Greek and Roman Geography (1854), MARI´TIMAE STATIO´NES
    • Dictionary of Greek and Roman Geography (1854), MYRMEX
    • Dictionary of Greek and Roman Geography (1854), NEA´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), PALIU´RUS
    • Dictionary of Greek and Roman Geography (1854), PHILAENI
    • Dictionary of Greek and Roman Geography (1854), PHYCUS
    • Dictionary of Greek and Roman Geography (1854), TAPHIS
    • Dictionary of Greek and Roman Geography (1854), VELPI MONTES
    • Dictionary of Greek and Roman Geography (1854), ZEPHY´RIUM
    • Dictionary of Greek and Roman Geography (1854), ZYMETHUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: