previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀϊστὸν τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τῆς [p. 56] Ἀφροδίτης: οἱ δὲ περὶ τὸν Ἀετὸν τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός: οἱ δὲ ἐν τῷ Δελφῖνι τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως: οἱ δὲ κατὰ τὸν Ἵππον λαμπροὶ τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ: οἱ δὲ ἐν τῇ Ἀνδρομέδῃ τῷ τῆς Ἀφροδίτης: οἱ δὲ τοῦ Τριγώνου τῷ τοῦ Ἑρμοῦ. Τῶν δὲ ἐν τοῖς νοτιωτέροις τοῦ ζωδιακοῦ μορφώμασιν μὲν ἐν τῷ στόματι τοῦ νοτίου Ἰχθύος λαμπρὸς ὁμοίαν ἔχει τὴν ἐνέργειαν τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ: οἱ δὲ περὶ τὸ Κῆτος τῷ τοῦ Κρόνου: τῶν δὲ περὶ τὸν Ὠρίωνα οἱ μὲν ἐπὶ τῶν ὤμων τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ λοιποὶ λαμπροὶ τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου: τῶν δὲ ἐν τῷ Ποταμῷ μὲν ἔσχατος καὶ λαμπρὸς τῷ τοῦ Διός, οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου: οἱ δὲ ἐν τῷ Λαγῲ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ: τῶν δὲ περὶ τὸν Κύνα, οἱ μὲν ἄλλοι τῷ τῆς Ἀφροδίτης, δὲ ἐπὶ τοῦ στόματος λαμπρὸς τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τοῦ Ἄρεως: δὲ ἐν τῷ Προκυνὶ λαμπρὸς τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως: οἱ δὲ κατὰ τὸν Ὕδρον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης: οἱ δὲ ἐν τῷ Κρατῆρι τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ: οἱ δὲ περὶ τὸν Κόρακα τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Κρόνου: οἱ δὲ τῆς Ἀργοῦς λαμπροὶ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός: τῶν δὲ περὶ τὸν Κένταυρον οἱ μὲν ἐν τῷ ἀνθρωπείῳ σώματι [p. 58] τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ ἐν τῷ ἵππῳ λαμπροὶ τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Διός: οἱ δὲ περὶ τὸ Θηρίον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως: οἱ δὲ ἐν τῷ Θυμιατηρίῳ τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: