previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀνυστικούς, φιλονείκους, ἀρχικούς, εὐεπιβούλους, ἐπιεικεῖς, ἐπάνδρους, νικητικούς, μεγαλοψύχους δὲ καὶ φιλοτίμους καὶ θυμικοὺς καὶ κριτικοὺς καὶ ἐπιτευκτικούς: ἐπὶ δὲ τῶν ἐναντίων ὑβριστάς, ἀδιαφόρους, ὠμούς, ἀνεξιλάστους, στασιαστάς, ἐριστικούς, μονοτόνους, διαβόλους, οἰηματίας, πλεονέκτας, ἅρπαγας, ταχυμεταβόλους, κούφους, μεταμελητικούς, ἀστάτους, προπετεῖς, ἀπίστους, ἀκρίτους, ἀγνώμονας, ἐκστατικούς, ἐμπράκτους, μεμψιμοίρους, ἀσώτους, ληρώδεις καὶ ὅλως ἀνωμάλους καὶ παρακεκινημένους. Τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ καθαρίους, ἀπολαυστικούς, φιλοκάλους, φιλοτέκνους, φιλοθεώρους, φιλομούσους, ᾠδικούς, φιλοτρόφους, εὐήθεις, εὐεργετικούς, [p. 350] ἐλεητικούς, ἀκάκους, φιλοθέους, ἀσκητάς, φιλαγωνιστάς, φρονίμους, φιλητικούς, ἐπαφροδίτους ἐν τῷ σεμνῷ, λαμπροψύχους, εὐγνώμονας, μεταδοτικούς, φιλογραμμάτους, κριτικούς, συμμέτρους καὶ εὐσχήμονας πρὸς τὰ ἀφροδίσια, φιλοικείους, εὐσεβεῖς, φιλοδικαίους, φιλοτίμους, φιλοδόξους καὶ ὅλως καλούς τε καὶ ἀγαθούς: ἐπὶ δὲ τῶν ἐναντίων τρυφητάς, ἡδυβίους, θηλυψύχους, ὀρχηστικούς, γυναικοθύμους, δαπανηρούς, κακογυναίους, ἐρωτικούς, λάγνους, καταφερεῖς, λοιδόρους, μοιχούς, φιλοκόσμους,

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: