previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὁπωσδήποτε καὶ αὐτὸς τῆς Ἀφροδίτης συμφώνως ἔχῃ πρὸς τὴν σελήνην, ἑξάγωνος ὢν τρίγωνος συνὼν αὐτῇ ἐν δυνάμει ὄντες, πολυχρόνιον δεικνύουσι τὴν μητέρα. ἐὰν δὲ τοῦ Ἄρεως βλέψῃ τὴν σελήνην τὸν τῆς Ἀφροδίτης ἐπανενεχθεὶς τετραγωνίσας διαμετρήσας, τοῦ Κρόνου τὴν σελήνην μόνην ὡσαύτως, ἀφαιρετικοὶ μὲν ὄντες ἀποκεκλικότες, πάλιν ἀντιπτώμασι μόνον ἀσθενείαις περικυλίουσι: προσθετικοὶ δὲ ἐπίκεντροι, ὀλιγοχρονίους ἐπισινεῖς ποιοῦσι τὰς μητέρας, ὀλιγοχρονίους μὲν ὁμοίως ἐπὶ τῶν ἀπηλιωτικῶν ὄντες κέντρων ἐπαναφορῶν, ἐπισινεῖς δὲ ἐπὶ τῶν δυτικῶν. Ἄρης μὲν γὰρ βλέψας τὴν σελήνην τοῦτον τὸν τρόπον, ἀνατολικὴν μὲν οὖσαν, τούς τε θανάτους τοὺς μητρικοὺς αἰφνιδίους καὶ σίνη περὶ τὰς ὄψεις ποιεῖ, ἀποκρουστικὴν δὲ τοὺς θανάτους ἀπὸ ἐκτρωσμῶν τῶν τοιούτων καὶ τὰ σίνη διὰ τομῶν καὶ καύσεων: τὴν δὲ Ἀφροδίτην βλέψας τούς τε θανάτους πυρεκτικοὺς ἀπεργαζέται καὶ πάθη τὰ δἰ ἀποκρύφων καὶ σκοτισμῶν καὶ προσδρομῶν αἰφνιδίων. δὲ τοῦ Κρόνου τὴν σελήνην βλέψας θανάτους καὶ πάθη ποιεῖ, ἀνατολικῆς μὲν οὔσης αὐτῆς διὰ ῥιγοπυρέτων, ἀποκρουστικῆς δὲ διὰ νομῶν ὑστερικῶν καὶ ἀναβρώσεων. Προσπαραληπτέον δὲ εἰς τὰ κατὰ μέρος εἴδη τῶν σινῶν καὶ παθῶν καὶ θανάτων καὶ τὰς τῶν δωδεκατημορίων ἐν οἷς εἰσιν οἱ τὸ αἴτιον ἐμποιοῦντες

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: