previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

νήσοις τε καὶ πορθμοῖς καὶ ἰσθμοῖς τὸ ἕτερον τοῦ ἑτέρου ἀεὶ ἐν μέσῳ γιγνόμενον. ὥσπερ δὲ τὴν γῆν δι᾽ ἑκατέρου τοῦ σχήματος ὠχύρωσεν, οὕτω τὴν γῆν αὖ καὶ τὴν θάλατταν, δι᾽ ἀλλήλων ἀμφότερα ἀσφαλῆ ποιῶν: ἀέρα τε ὑπὲρ ἀμφοτέρων ἔστησε, γῆς καὶ θαλάττης ἀναπνοήν. καὶ πῦρ ἄνωθεν, δὴ αἰθέρα ὀνομάζουσιν, ἐπιστήσας, τετάρτῳ τούτῳ τὰ πάντα κατέλαβε, τῆς τε φιλοτεχνίας τὰ κράτιστα ἐνταῦθα τοῦτ᾽ εἰσηνέγκατο, κοσμήσας μὲν ἄστροις τὸν πάντα οὐρανὸν, ὥσπερ ταῖς νήσοις τὴν θάλατταν, καὶ δι᾽ αὐτῶν ποιήσας διαφανῆ, τήν τε τοῦ πυρὸς ἀπορροὴν καταπέμψας μέχρι γῆς, οὐκ ἐν ὅσῳ νῦν ἡμεῖς διήλθομεν χρόνῳ περὶ αὐτῶν ἀποτελεώσας ἅπαντα ταῦτα, ἀλλ᾽ ὀξύτερον νοῆσαι ἐγχωρεῖ: ἅμα δὲ τῇ ποιήσει τε καὶ δημιουργίᾳ διῄρει κατὰ τὸ εἰκὸς ἕκαστα καὶ κλήρους ἀπένεμε, ποιῶν μὲν ζῶα τὰ πρέποντα ἑκάστοις τόποις, τάς τε οἰκείους γονὰς, οἰκήσεις τε καὶ λήξεις τοῖς γεννηθεῖσιν ἀποδιδούς: θεοῖς μὲν ἐν οὐρανῷ οἷον ἐν ἀκροπόλει τοῦ παντὸς οἰκεῖν, δὴ κάλλιστόν τε καὶ λαμπρότατον, οἰκητηρίων ἁγνότατον: οὐδὲ γῆρας εἴσεισιν εἰς αὐτό: ἀνθρώποις δ᾽ ἐπὶ γῆς, θαλαττίοις δὲ [p. 6] φύλοις τὴν θάλατταν ἀπέδωκε, καὶ πτηνοῖς ἀέρα, ὡς μάλιστα τῆς ἀξίας ἔμελλον ἕκαστοι τεύξεσθαι κατὰ τὴν αὑτῶν φύσιν τε καὶ δύναμιν τὰς λήξεις εὑρισκόμενοι καὶ τὰς συγγενεῖς οἰκήσεις λαμβάνοντες: τὸ μὲν γηγενές τε καὶ γεῶδες φῦλον τὴν γῆν, τὸ δὲ ὑγρότερον τὴν θάλατταν, τὸ δὲ κουφότερον καὶ ξηρότερον τὸν ἀέρα, τὸ δ᾽ αὖ νοτερόν τε καὶ διάπυρον καὶ πᾶσι τούτοις ἐπιτεταμένον τὸν αἰθέρα τε καὶ οὐρανόν. οὕτως δὴ ὥσπερ πόλιν ποιῶν αὐτὴν δειμάμενος, εἶτα τοὺς ἄνδρας εἰσῆγεν. ὡς δὲ διέκρινε τὴν ὕλην καὶ κατεσκευάσατο τὸν κόσμον, ἐπλήρου γενῶν πάντα ἑξῆς ποιῶν σὺν ἁρμονίᾳ καὶ προνοίᾳ τοῦ μηδὲν παραλειφθῆναι τὸ μὴ οὐ πάντα πρέποντα καὶ τέλεα ἀλλήλοις δημιουργὸς αὐτὸς καὶ οἰκιστὴς τοῦ παντὸς οὐσίας τε καὶ δυνάμεως ἔχων.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: