περὶ δὲ τοῦ καλῶς ἢ μὴ καλῶς [5] εἰ εἴρηταί τινι ἢ πέπρακται, οὐ μόνον σκεπτέον εἰς αὐτὸ τὸ πεπραγμένον ἢ εἰρημένον βλέποντα εἰ σπουδαῖον ἢ φαῦλον, ἀλλὰ καὶ εἰς τὸν πράττοντα ἢ λέγοντα πρὸς ὃν ἢ ὅτε ἢ ὅτῳ ἢ οὗ ἕνεκεν, οἷον εἰ μείζονος ἀγαθοῦ, ἵνα γένηται, ἢ μείζονος κακοῦ, ἵνα ἀπογένηται.
τὰ δὲ πρὸς τὴν [10] λέξιν ὁρῶντα δεῖ διαλύειν, οἷον γλώττῃ τὸ “οὐρῆας μὲν πρῶτον:” ἴσως γὰρ οὐ τοὺς ἡμιόνους λέγει ἀλλὰ τοὺς φύλακας: καὶ τὸν Δόλωνα, “ὅς ῥ᾽ ἦ τοι εἶδος μὲν ἔην κακός,” οὐ τὸ σῶμα ἀσύμμετρον ἀλλὰ τὸ πρόσωπον αἰσχρόν, τὸ γὰρ εὐειδὲς οἱ Κρῆτες τὸ εὐπρόσωπον καλοῦσι: καὶ τὸ [15] "ζωρότερον δὲ κέραιε” οὐ τὸ ἄκρατον ὡς οἰνόφλυξιν ἀλλὰ τὸ θᾶττον. τὸ δὲ κατὰ μεταφορὰν εἴρηται, οἷον “πάντες μέν ῥα θεοί τε καὶ ἀνέρες εὗδον παννύχιοι:” ἅμα δέ φησιν "ἦ τοι ὅτ᾽ ἐς πεδίον τὸ Τρωικὸν ἀθρήσειεν, αὐλῶν συρίγγων τε ὅμαδον:” τὸ γὰρ πάντες ἀντὶ τοῦ πολλοί κατὰ [20] μεταφορὰν εἴρηται, τὸ γὰρ πᾶν πολύ τι. καὶ τὸ “οἴη δ᾽ ἄμμορος” κατὰ μεταφοράν, τὸ γὰρ γνωριμώτατον μόνον.
κατὰ δὲ προσῳδίαν, ὥσπερ Ἱππίας ἔλυεν ὁ Θάσιος, τὸ “δίδομεν δέ οἱ εὖχος ἀρέσθαι” καὶ “τὸ μὲν οὗ καταπύθεται ὄμβρῳ.” τὰ δὲ διαιρέσει, οἷον Ἐμπεδοκλῆς “αἶψα δὲ θνήτ᾽ ἐφύοντο τὰ πρὶν [25] μάθον ἀθάνατ᾽ εἶναι ζωρά τε πρὶν κέκρητο.” τὰ δὲ ἀμφιβολίᾳ, "παρῴχηκεν δὲ πλέω νύξ:” τὸ γὰρ πλείω ἀμφίβολόν ἐστιν. τὰ δὲ κατὰ τὸ ἔθος τῆς λέξεως. τὸν κεκραμένον οἶνόν φασιν εἶναι, ὅθεν πεποίηται “κνημὶς νεοτεύκτου κασσιτέροιο:” καὶ χαλκέας τοὺς τὸν σίδηρον ἐργαζομένους, ὅθεν εἴρηται [30] ὁ Γανυμήδης Διὶ οἰνοχοεύειν, οὐ πινόντων οἶνον. εἴη δ᾽ ἂν τοῦτό γε <καὶ> κατὰ μεταφοράν.
δεῖ δὲ καὶ ὅταν ὄνομά τι ὑπεναντίωμά τι δοκῇ σημαίνειν, ἐπισκοπεῖν ποσαχῶς ἂν σημήνειε τοῦτο ἐν τῷ εἰρημένῳ, οἷον τῷ “τῇ ῥ᾽ ἔσχετο χάλκεον ἔγχος” τὸ ταύτῃ κωλυθῆναι ποσαχῶς ἐνδέχεται, ὡδὶ ἢ [35] ὡδί, ὡς μάλιστ᾽ ἄν τις ὑπολάβοι: κατὰ τὴν καταντικρὺ ἢ ὡς Γλαύκων λέγει,