Ἀθηνᾶ
ὀργὰς ξυνοίσω σοι: γεραιτέρα γὰρ εἶ.
καὶ τῷ μὲν εἶ σὺ κάρτ᾽ ἐμοῦ σοφωτέρα:
850φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.
ὑμεῖς δ᾽ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα
γῆς τῆσδ᾽ ἐρασθήσεσθε: προυννέπω τάδε.
οὑπιρρέων γὰρ τιμιώτερος χρόνος
ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν
855ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως
τεύξῃ παρ᾽ ἀνδρῶν καὶ γυναικείων στόλων,
ὅσων παρ᾽ ἄλλων οὔποτ᾽ ἂν σχέθοις βροτῶν.
σὺ δ᾽ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς
μήθ᾽ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας
860νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν,
μήτ᾽, ἐξελοῦσ᾽ ὡς καρδίαν ἀλεκτόρων,
ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη
ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.
θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,
865ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως:
ἐνοικίου δ᾽ ὄρνιθος οὐ λέγω μάχην
τοιαῦθ᾽ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,
εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην
χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.