Ἀθηνᾶ
ἤδη κελεύω τούσδ᾽ ἀπὸ γνώμης φέρειν
675ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;
Χορός
ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.
μένω δ᾽ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.
Ἀθηνᾶ
τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ᾽, ἄμομφος ὦ;
Ἀπόλλων
ἠκούσαθ᾽ ὧν ἠκούσατ᾽, ἐν δὲ καρδίᾳ
680ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι.
Ἀθηνᾶ
κλύοιτ᾽ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,
πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.
ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ
αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.
685πάγον δ᾽ Ἄρειον τόνδ᾽, Ἀμαζόνων ἕδραν
σκηνάς θ᾽, ὅτ᾽ ἦλθον Θησέως κατὰ φθόνον
στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν
τήνδ᾽ ὑψίπυργον ἀντεπύργωσαν τότε,
Ἄρει δ᾽ ἔθυον, ἔνθεν ἔστ᾽ ἐπώνυμος
690πέτρα, πάγος τ᾽ Ἄρειος: ἐν δὲ τῷ σέβας
ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν
σχήσει τό τ᾽ ἦμαρ καὶ κατ᾽ εὐφρόνην ὁμῶς,
αὐτῶν πολιτῶν μὴ 'πιχραινόντων νόμους
κακαῖς ἐπιρροαῖσι: βορβόρῳ δ᾽ ὕδωρ
695λαμπρὸν μιαίνων οὔποθ᾽ εὑρήσεις ποτόν.
τὸ μήτ᾽ ἄναρχον μήτε δεσποτούμενον
ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,
καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.
τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;
700τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας
ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον
ἔχοιτ᾽ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,
οὔτ᾽ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.
κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,
705αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ
ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.
ταύτην μὲν ἐξέτειν᾽ ἐμοῖς παραίνεσιν
ἀστοῖσιν εἰς τὸ λοιπόν: ὀρθοῦσθαι δὲ χρὴ
καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην
710αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.