Χορός
640πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ:
αὐτὸς δ᾽ ἔδησε πατέρα πρεσβύτην Κρόνον.
πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;
ὑμᾶς δ᾽ ἀκούειν ταῦτ᾽ ἐγὼ μαρτύρομαι.
Ἀπόλλων
ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,
645πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδ᾽ ἄκος
καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος:
ἀνδρὸς δ᾽ ἐπειδὰν αἷμ᾽ ἀνασπάσῃ κόνις
ἅπαξ θανόντος, οὔτις ἔστ᾽ ἀνάστασις.
τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ
650οὑμός, τὰ δ᾽ ἄλλα πάντ᾽ ἄνω τε καὶ κάτω
στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.
Χορός
πῶς γὰρ τὸ φεύγειν τοῦδ᾽ ὑπερδικεῖς ὅρα:
τὸ μητρὸς αἷμ᾽ ὅμαιμον ἐκχέας πέδοι
ἔπειτ᾽ ἐν Ἄργει δώματ᾽ οἰκήσει πατρός;
655ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;
ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;
Ἀπόλλων
καὶ τοῦτο λέξω, καὶ μάθ᾽ ὡς ὀρθῶς ἐρῶ.
οὔκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου
τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου.
660τίκτει δ᾽ ὁ θρῴσκων, ἡ δ᾽ ἅπερ ξένῳ ξένη
ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.
τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου.
πατὴρ μὲν ἂν γένοιτ᾽ ἄνευ μητρός: πέλας
μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,
665οὐδ᾽ ἐν σκότοισι νηδύος τεθραμμένη,
ἀλλ᾽ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός.
ἐγὼ δέ, Παλλάς, τἄλλα θ᾽ ὡς ἐπίσταμαι,
τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,
καὶ τόνδ᾽ ἔπεμψα σῶν δόμων ἐφέστιον,
670ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου
καὶ τόνδ᾽ ἐπικτήσαιο σύμμαχον, θεά,
καὶ τοὺς ἔπειτα, καὶ τάδ᾽ αἰανῶς μένοι
στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.